Kitap 2
21.14
στρατηγῷ τε γὰρ ἐντυχεῖν ἔφη ἀνδρειοτάτῳ τε καὶ ξυνετωτάτῳ ἀνθρώπων ἁπάντων καὶ στρατιώταις οἵους ἄλλους αὐτὸς οὐ πώποτε εἶδεν, ὧν δὴ τὴν εὐκοσμίαν θαυμάσειε μάλιστα πάντων, εἶναί τε οὐκ ἐξ ἀντιπάλου τοῦ κινδύνου αὐτῷ τε καὶ Βελισαρίῳ τὴν ἀγωνίαν, διαφέρειν δέ, ὅτι νικήσας μὲν αὐτὸς τὸν Καίσαρος νικήσει δοῦλον, ἡσσηθεὶς δέ, ἂν οὕτω τύχοι, μέγα τι αἶσχος τῇ τε βασιλείᾳ πορίσεται καὶ τῷ Περσῶν γένει, καὶ Ῥωμαῖοι μὲν νενικημένοι ῥᾳδίως ἂν ἔν τε ὀχυρώμασι καὶ γῇ τῇ αὐτῶν διασώζοιντο, αὐτῶν δέ, ἤν γέ τι ἐναντίωμα ξυμβαίη, οὐδ’ ἂν ἄγγελος διαφύγοι ἐς τὴν Περσῶν χώραν.
21.15
ταύτῃ ὁ Χοσρόης ἀναπεισθεὶς τῇ ὑποθήκῃ ἀναστρέφειν μὲν ἐς τὰ Περσῶν ἤθη ἐβούλετο, ἀμηχανίᾳ δὲ πολλῇ εἴχετο.
21.16
τήν τε γὰρ διάβασιν τοῦ ποταμοῦ πρὸς τῶν πολεμίων φυλάσσεσθαι ᾤετο καὶ ὁδῷ τῇ αὐτῇ, ἐρήμῳ ἀνθρώπων παντάπασιν οὔσῃ, ὀπίσω ἀπελαύνειν οὐχ οἶός τε ἦν, ἐπεὶ ἅπαντα σφᾶς τὰ ἐπιτήδεια ἤδη ἐπιλελοίπει ἅπερ τὸ πρότερον ξὺν αὑτοῖς ἔχοντες ἐς γῆν τὴν Ῥωμαίων ἐσέβαλον.
21.17
τέλος δὲ πολλὰ λογισαμένῳ ξυμφορώτατόν οἱ ἔδοξεν εἶναι μάχῃ διακινδυνεύσαντι ἐς γῆν τε τὴν ἀντιπέρας ἥκειν καὶ διὰ χώρας πᾶσιν εὐθηνούσης τοῖς ἀγαθοῖς τὴν πορείαν ποιήσασθαι.