Kitap 2
20.23
ἀλλ’ ἧκε παρ’ ἡμᾶς ὅτι τάχιστα, εἴπερ οἷός τε εἶ λαθεῖν τὸ τῶν πολεμίων στρατόπεδον, ὅπως δὴ σῶς τε αὐτὸς βασιλεῖ ἔσῃ καὶ Ἱεράπολιν
20.24
ἡμῖν ξυμφυλάξῃς.” τοσαῦτα μὲν ἡ γραφὴ ἐδήλου. Βελισάριος δὲ οὐκ ἐπαινέσας τὰ γεγραμμένα ἐς Εὐρωπὸν τὸ χωρίον ἀφίκετο, ὃ πρὸς Εὐφράτῃ ποταμῷ ἐστιν.
20.25
ἐνθένδε τε περιπέμπων πανταχόσε τὸν στρατὸν ἤγειρε καὶ αὐτοῦ τὸ στρατόπεδον κατεστήσατο, ἄρχοντάς τε τοὺς ἐν Ἱεραπόλει ἠμείβετο τοῖσδε, “Εἰ μὲν ἐφ’ ἑτέρους ἀνθρώπων τινάς, ἀλλ’ οὐ Ῥωμαίων κατηκόους ὁ Χοσρόης χωρεῖ, εὖ τε καὶ ὡς ἀσφαλέστατα ὑμῖν βεβούλευται ταῦτα·
20.26
οἷς γὰρ πάρεστιν ἡσυχῆ μένουσιν ἀπηλλάχθαι κακῶν, πολλὴ ἄνοια ἐς κίνδυνον οὐκ ἀναγκαῖόν τινα ἰέναι· εἰ δὲ νῦν ἐνθένδε ἀπαλλαγεὶς ὁ βάρβαρος οὗτος ἑτέρᾳ τινὶ ἐπισκήψει βασιλέως Ἰουστινιανοῦ χώρᾳ, καὶ ταύτῃ διαφερόντως μὲν ἀγαθῇ, φρουρὰν δὲ οὐδαμῆ στρατιωτῶν ἐχούσῃ, εὖ ἴστε ὅτι τὸ ξὺν τῇ ἀρετῇ ἀπολωλέναι τοῦ σεσῶσθαι ἀμαχητὶ τῷ παντὶ ἄμεινον.
20.27
οὐ γὰρ ἂν σωτηρία τοῦτό γε, ἀλλὰ προδοσία δικαίως καλοῖτο. ἀλλ’ ἥκετε ὅτι τάχιστα ἐς τὸν Εὐρωπόν, οὗ δὴ συλλέξας τὸ στράτευμα ὅλον ὅσα ἂν ὁ θεὸς διδῷ
20.28
ἐλπίδα ἔχω τοὺς πολεμίους ἐργάσασθαι.” ταῦτα ἐπεὶ ἀπενεχθέντα οἱ ἄρχοντες εἶδον, ἐθάρρησάν τε καὶ Ἰοῦστον μὲν ξὺν ὀλίγοις τισὶν αὐτοῦ ἔλιπον ἐφ’ ᾧ τὴν Ἱεράπολιν φυλάξουσιν, οἱ δὲ λοιποὶ τῷ ἄλλῳ στρατῷ ἐς Εὐρωπὸν ἦλθον.