Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 2

20.17 Ἐπεὶ δὲ εἰς τὴν Κομμαγηνῶν χώραν ὁ Χοσρόης ἀφίκετο, ἣν καλοῦσιν Εὐφρατησίαν, ἐς λείαν μὲν ἢ χωρίου του ἅλωσιν τρέπεσθαι οὐδαμῆ ἤθελεν, ἐπεὶ τὰ ἐν ποσὶ μέχρι ἐς Σύρους τὰ μὲν ἐξελών, τὰ δὲ ἀργυρολογήσας πρότερον ἔτυχεν, ὥσπερ ἐν τοῖς ἔμπροσθεν λόγοις δεδήλωται.
20.18 γνώμην δὲ εἶχεν εὐθὺ Παλαιστίνης ἄγειν τὸ στράτευμα, ὅπως τά τε ἄλλα καὶ τὰ ἐν Ἱεροσολύμοις κειμήλια πάντα ληίσηται. χώραν γὰρ ταύτην ἀγαθήν τε διαφερόντως καὶ πολυχρύσων οἰκητόρων εἶναι ἀκοῇ εἶχε.
20.19 Ῥωμαῖοι δὲ ἅπαντες, ἄρχοντές τε καὶ στρατιῶται, τοῖς μὲν πολεμίοις ὑπαντιάζειν ἢ τῇ παρόδῳ ἐμποδὼν ἵστασθαι τρόπῳ οὐδενὶ διενοοῦντο, τὰ δὲ ὀχυρώματα καταλαβόντες ὡς ἕκαστος ἠδύνατο, ἀποχρῆν ᾤοντο ταῦτά τε διαφυλάσσειν καὶ αὐτοὶ σώζεσθαι.
20.20 Γνοὺς δὲ τὴν Περσῶν ἔφοδον Ἰουστινιανὸς βασιλεὺς Βελισάριον αὖθις ἐπ’ αὐτοὺς ἔπεμψεν. ὁ δὲ ἵπποις τοῖς δημοσίοις ὀχούμενος, οὓς δὴ βερέδους καλεῖν νενομίκασιν, ἅτε οὐ στράτευμα ξὺν αὑτῷ ἔχων, τάχει πολλῷ ἐς Εὐφρατησίαν ἀφίκετο, Ἰοῦστος δέ, ὁ βασιλέως ἀνεψιός, ἐν Ἱεραπόλει ξύν τε τῷ Βούξῃ καὶ ἑτέροις τισὶ καταφυγὼν ἔτυχεν.
20.21 οἳ δὴ Βελισάριον οὐ μακρὰν ἄποθεν ἥκειν ἀκούσαντες γράμματα πρὸς αὐτὸν ἔγραφον·
20.22 ἐδήλου δὲ ἡ γραφὴ τάδε “Καὶ νῦν ὁ Χοσρόης, ὥσπερ οἶσθά που καὶ αὐτός, ἐπὶ Ῥωμαίους ἐστράτευσε, στρατὸν μὲν πολλῷ πλείονα ἢ πρότερον ἄγων, ὅπη ποτὲ δὲ ἰέναι διανοούμενος οὔπω ἔνδηλος ὤν, πλήν γε δὴ ὅτι αὐτὸν ἄγχιστά πη ἀκούομεν εἶναι, χωρίῳ μὲν οὐδενὶ λυμηνάμενον, ὁδῷ δὲ ἀεὶ ἐπίπροσθεν ἰόντα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi