Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 2

19.47 Χοσρόῃ δὲ Πέτραν ἑλόντι Βελισάριος ἐσβαλὼν ἐς γῆν τὴν Περσίδα ἠγγέλλετο καὶ ἡ ἀμφὶ πόλιν Νίσιβιν ξυμβολή, φρουρίου τε τοῦ Σισαυράνων ἡ ἅλωσις, καὶ ὅσα Τίγρην ποταμὸν διαβὰν τὸ ξὺν τῷ Ἀρέθᾳ στράτευμα ἔπρασσεν.
19.48 αὐτίκα τε φυλακὴν ἐν τῇ Πέτρᾳ καταστησάμενος, ξὺν τῷ ἄλλῳ στρατῷ καὶ Ῥωμαίων τοῖς ἁλοῦσιν ἐς τὰ Περσῶν ἤθη ἀπήλαυνε.
19.49 ταῦτα μὲν ἐν τῇ δευτέρᾳ Χοσρόου ἐσβολῇ ξυνηνέχθη γενέσθαι. Βελισάριος δὲ βασιλεῖ ἐς Βυζάντιον μετάπεμπτος ἐλθὼν διεχείμαζεν.
20.1 Ἅμα δὲ ἦρι ἀρχομένῳ Χοσρόης ὁ Καβάδου τὸ τρίτον στρατῷ μεγάλῳ ἐς γῆν τὴν Ῥωμαίων ἐσέβαλλε, ποταμὸν Εὐφράτην ἐν δεξιᾷ ἔχων.
20.2 Κάνδιδος δέ, ὁ Σεργιουπόλεως ἱερεύς, ἐπειδὴ τὸν Μήδων στρατὸν ἄγχιστά που ἥκειν ἐπύθετο, δείσας περί τέ οἱ αὐτῷ καὶ τῇ πόλει, ἐπεὶ χρόνῳ τῷ ξυγκειμένῳ Χοσρόῃ τὰ ὡμολογημένα ὡς ἥκιστα ἐπετέλεσεν, ἐν τῷ τῶν πολεμίων στρατοπέδῳ γενόμενος παρῃτεῖτο Χοσρόην μή οἱ διὰ ταῦτα χαλεπῶς ἔχειν.
20.3 χρήματα μὲν γὰρ οὐδεπώποτε αὐτῷ γεγονέναι, καὶ διὰ τοῦτο ἀρχὴν οὐδὲ βεβουλῆσθαι Σουρηνοὺς ῥύεσθαι, βασιλέα δὲ Ἰουστινιανὸν ὑπὲρ τούτων πολλὰ ἱκετεύσας ἀνόνητος αὐτοῦ γεγενῆσθαι.
20.4 Χοσρόης δὲ αὐτὸν ἐν φυλακῇ ἔσχε, καὶ τὸ σῶμα πικρότατα αἰκιζόμενος διπλάσια τὰ χρήματα, ᾗπερ ξυνέκειτο, πράττειν ἠξίου.
20.5 ὁ δὲ αὐτὸν ἐς Σεργιούπολίν τινας ἱκέτευε πέμψαι τὰ κειμήλια ξύμπαντα τοῦ ἐνταῦθα ἱεροῦ ληψομένους.
20.6 καὶ ἐπεὶ κατὰ ταῦτα ὁ Χοσρόης ἐποίει, τῶν οἱ ἑπομένων τινὰ ὁ Κάνδιδος ξὺν αὐτοῖς ἔπεμψεν.
20.7 οἱ μὲν οὖν Σεργιουπολῖται τοὺς παρὰ Χοσρόου σταλέντας τῇ πόλει δεξάμενοι τῶν κειμηλίων πολλὰ ἔδοσαν, ἄλλο οὐδὲν σφίσιν ἀπολελεῖφθαι ἰσχυριζόμενοι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi