Kitap 2
3.16
τύχῃ δέ τινι οἱ τὸ βιβλίον ἔχοντες ἑτέρᾳ ἰόντες ὁδῷ Ἀσπετιανοῖς ἐντυχεῖν οὐδαμῆ ἴσχυσαν.
3.17
μοῖρα μέντοι τοῦ Ῥωμαίων στρατοῦ ὀλίγοις τισὶν αὐτῶν ἐντυχόντες, οὐκ εἰδότες τε τὰ ξυγκείμενα, ὡς πολεμίοις ἐχρήσαντο.
3.18
καὶ αὐτὸς Σίττας ἐν σπηλαίῳ που παῖδάς τε αὐτῶν καὶ γυναῖκας λαβὼν ἔκτεινεν, ἢ τὸ γεγονὸς οὐ ξυνιεὶς ἢ δι’ ὀργῆς Ἀσπετιανοὺς ἔχων, ὅτι οἱ καθάπερ ξυνέκειτο οὐ προσεχώρουν.
3.19
Οἱ δὲ θυμῷ ἤδη ἐχόμενοι ξὺν τοῖς ἄλλοις ἅπασιν ὡς ἐς μάχην ἐτάξαντο. ἅτε δὲ ἐν δυσχωρίαις χαλεπαῖς τε καὶ κρημνώδεσιν ἑκάτεροι ὄντες οὐκ ἐν ἑνὶ χώρῳ ἐμάχοντο, ἀλλὰ διασκεδαννύμενοι ἔν τε ὑπωρείαις καὶ φάραγξι. τετύχηκεν οὖν τῶν τε Ἀρμενίων ὀλίγους τινὰς καὶ Σίτταν τῶν ἑπομένων οὐ πολλοὺς ἔχοντα ἀλλήλων πη ἄγχιστα ἰέναι, φάραγγος σφίσι τινὸς μεταξὺ οὔσης.
3.20
ἱππεῖς δὲ ἦσαν ἑκάτεροι. ὁ μὲν οὖν Σίττας, ὀλίγων οἱ ἐπισπομένων, ἐπὶ τοὺς ἐναντίους τὴν φάραγγα διαβὰς ἤλαυνεν, Ἀρμένιοι δὲ ὀπίσω ὑποχωρήσαντες ἔστησαν, καὶ ὁ Σίττας οὐκέτι ἐδίωκεν ἀλλ’ αὐτοῦ ἔμενεν.
3.21
ἄφνω δέ τις τοῦ Ῥωμαίων στρατοῦ, Ἔρουλος γένος, δίωξιν ἐπὶ τοὺς πολεμίους πεποιημένος ἐνθένδε τε ξὺν θυμῷ ἀπελαύνων, παρὰ τοὺς ἀμφὶ τὸν Σίτταν ἦλθεν. ἐτύγχανε δὲ ὁ Σίττας ἐς τὸ ἔδαφος τὸ δόρυ ἐρείσας· ὃ δὴ ὁ τοῦ Ἐρούλου ἵππος ἐπιπεσὼν ξὺν πολλῇ ῥύμῃ κατέαξε.
3.22
τόν τε στρατηγὸν τοῦτο ἠνίασεν ἐς τὰ μάλιστα, καὶ αὐτὸν τῶν τις Ἀρμενίων ἰδὼν ἔγνω τε καὶ Σίτταν αὐτὸν τοῖς ἄλλοις ἅπασιν ἰσχυρίζετο εἶναι. ξυνέβαινε γάρ οἱ ἐν τῇ κεφαλῇ κράνος οὐκ εἶναι. διὸ δὴ τοὺς πολεμίους οὐκ ἔλαθε ξὺν ὀλίγοις τισὶν ἐνταῦθα ἥκων.