Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 2

16.10 ὁ μὲν γὰρ μακράν που ἀπολελειμμένος τῶν πρασσομένων,
16.11 οὐκ ἔχει τοῖς καιροῖς ἁρμόσαι τὰς πράξεις· ὥστε φόβος οὐδεὶς ἀπ’ ἐναντίας αὐτῷ ἰόντας τὰ ξυνοίσοντα ἐργάζεσθαι τοῖς αὐτοῦ πράγμασιν.
16.12 ἐμὲ δὲ ἄνθρωπόν τε ὄντα καὶ χρόνῳ μακρῷ ἐκ τῶν ἑσπερίων ἐνταῦθα ἐλθόντα μὴ οὐχὶ διαλαθεῖν τι τῶν δεόντων ἀδύνατον.
16.13 ὥστε οὐδὲν τὴν ἐμὴν γνώμην αἰδεσθέντας ὑμᾶς προσήκει διαρρήδην εἰπεῖν ὅσα ἂν ξυνοίσειν ἡμῖν τε αὐτοῖς καὶ βασιλεῖ μέλλῃ.
16.14 τὸ μὲν οὖν ἐξ ἀρχῆς ἐνθάδε ἥκομεν, ὦ ξυνάρχοντες, ὡς διακωλύσοντες τὸν πολέμιον ἐσβολήν τινα ἐς τὴν ἡμετέραν ποιήσασθαι, νῦν δέ, τῶν πραγμάτων ἡμῖν ἄμεινον ἢ κατ’ ἐλπίδας κεχωρηκότων, πάρεστι περὶ τῆς ἐκείνου βουλεύεσθαι.
16.15 ἐφ’ ᾧ δὴ ξυνειλεγμένους ὑμᾶς δίκαιον, οἶμαι, οὐδὲν ὑποστειλαμένους εἰπεῖν ἅπερ ἂν ἄριστά τε δοκῇ καὶ ξυμφορώτατα ἑκάστῳ εἶναι.”
16.16 Βελισάριος μὲν τοσαῦτα εἶπε. Πέτρος δὲ καὶ Βούζης ἐξηγεῖσθαι τῷ στρατῷ οὐδὲν μελλήσοντα ἐπὶ τὴν πολεμίαν ἐκέλευον. ὧν δὴ τῇ γνώμῃ εἵποντο εὐθὺς ὁ ξύλλογος ἅπας.
16.17 Ῥεκίθαγγος μέντοι καὶ Θεόκτιστος, οἱ τῶν ἐν Λιβάνῳ στρατιωτῶν ἄρχοντες, ταὐτὰ μὲν τοῖς ἄλλοις ἀμφὶ τῇ ἐσβολῇ βούλεσθαι καὶ αὐτοὶ ἔφασαν, δεδιέναι δὲ μὴ σφῶν ἐκλελοιπότων τά τε ἐπὶ Φοινίκης καὶ Συρίας χωρία, κατ’ ἐξουσίαν μὲν Ἀλαμούνδαρος ταῦτα ληίζηται, βασιλεὺς δὲ σφᾶς δι’ ὀργῆς ἔχοι, ἅτε οὐ φυλάξαντας ἀδῄωτον τὴν χώραν ἧς ἦρχον, καὶ δι’ αὐτὸ συνεισβάλλειν τῷ ἄλλῳ στρατῷ οὐδαμῆ ἤθελον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi