Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 2

15.22 στρατιᾶς δὲ ἡμῖν ἐπέστησαν πλῆθος, οὐχ ὅπως τὴν χώραν ἀπὸ τῶν ἐνοχλούντων φρουρήσουσιν ʽοὐ γὰρ οὐδέ τις τῶν ὁμόρων ἡμᾶς πλήν γε δὴ Ῥωμαίων ἠνώχλησεν̓, ἀλλ’ ὅπως ἡμᾶς ὥσπερ ἐν δεσμωτηρίῳ καθείρξαντες κύριοι τῶν ἡμετέρων γενήσονται.
15.23 λογισάμενοι δὲ συντομωτέραν ποιήσασθαι τὴν τῶν ἡμῖν ὑπαρχόντων ἀφαίρεσιν, ὅρα, ὦ βασιλεῦ,
15.24 ἐς ὁποίαν τινὰ ἔννοιαν ἦλθον· τῶν ἐπιτηδείων ἃ μὲν περιττὰ παρ’ ἐκείνοις εἶναι τετύχηκεν, ἀναγκάζουσιν οὐχ ἑκόντας ὠνεῖσθαι Λαζούς, ὅσα δὲ αὐτοῖς χρησιμώτατα φέρειν Λαζικὴ πέφυκεν, οἵδε ἀξιοῦσι δῆθεν τῷ λόγῳ παρ’ ἡμῶν πρίασθαι, τιμῆς ἑκατέρωθι γνώμῃ τῶν κρατούντων ὁριζομένης.
15.25 οὕτω τε ξὺν τοῖς ἀναγκαίοις ἅπαν ἀφαιροῦνται τὸ χρυσίον ἡμᾶς, ὀνόματι μὲν τῷ τῆς ἐμπορίας εὐπρεπεῖ χρώμενοι, ἔργῳ δὲ ἡμᾶς ὡς ἔνι μάλιστα βιαζόμενοι. ἐφέστηκέ τε ἡμῖν ἄρχων κάπηλος, τὴν ἡμετέραν ἀπορίαν ἐργασίαν τινὰ τῇ τῆς ἀρχῆς ἐξουσίᾳ πεποιημένος.
15.26 ἡ μὲν οὖν τῆς ἀποστάσεως αἰτία τοιαύτη τις οὖσα τὸ δίκαιον ἐφ’ ἑαυτῆς ἔχει· ὅσα δὲ ὑμῖν αὐτοῖς ξύμφορα ἔσται δεχομένοις τὴν Λαζῶν δέησιν αὐτίκα ἐροῦμεν.
15.27 τῇ Περσῶν ἀρχῇ βασιλείαν ἀρχαιοτάτην προσθήσετε, μηκυνόμενόν τε ἀπ’ αὐτῆς ἕξετε τὸ τῆς ἡγεμονίας ἀξίωμα, μετεῖναι δὲ τῆς Ῥωμαίων θαλάσσης ὑμῖν διὰ τῆς ἡμετέρας ξυμβήσεται χώρας, ἐν ᾗ πλοῖά σοι, ὦ βασιλεῦ, ναυπηγουμένῳ βατὸν οὐδενὶ πόνῳ τὸ ἐν Βυζαντίῳ παλάτιον ἔσται. μεταξὺ γὰρ ἐναντίωμα οὐδέν ἐστι.
15.28 προσθείη δ’ ἄν τις ὡς καὶ ληίζεσθαι τοὺς ὁμόρους βαρβάρους τὴν Ῥωμαίων γῆν ἀνὰ πᾶν ἔτος ἐφ’ ὑμῖν κείσεται.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi