Kitap 2
15.10
οὗτος καὶ βασιλέα Ἰουστινιανὸν πόλιν ἀνέπεισεν ἐπιθαλασσίαν, Πέτραν ὄνομα, ἐν Λαζοῖς δείμασθαι· ἐνταῦθά τε ὥσπερ ἐν ἀκροπόλει καθήμενος ἦγέ τε καὶ ἔφερε τὰ Λαζῶν πράγματα.
15.11
τούς τε γὰρ ἅλας καὶ ὅσα ἄλλα φορτία Λαζοῖς ἀναγκαῖα ἐδόκει εἶναι, οὐκέτι φέρειν ἐς γῆν τὴν Κολχίδα τοῖς ἐμπόροις ἐξῆν, ἢ ἄλλοθι ἐνθένδε ὠνεῖσθαι, ἀλλ’ ἐν Πέτρᾳ ξυστησάμενος τὸ δὴ καλούμενον μονοπώλιον αὐτὸς κάπηλός τε καὶ ξυμπάσης τῆς περὶ ταῦτα ἐργασίας ἐπιστάτης ἐγίγνετο, ἅπαντα ὠνούμενός τε καὶ ἀποδιδόμενος Κόλχοις, οὐχ ᾗπερ εἴθιστο, ἀλλ’ ᾗπερ ἐξῆν.
15.12
ἅμα δὲ καὶ ἄλλως οἱ βάρβαροι ἤχθοντο ἐπιχωριάζοντι αὐτοῖς οὐκ εἰωθὸς πρότερον τῷ Ῥωμαίων στρατῷ. ἃ δὴ οὐκέτι φέρειν οἷοί τε ὄντες Πέρσαις τε καὶ Χοσρόῃ προσχωρεῖν ἔγνωσαν, πρέσβεις τε αὐτίκα τοὺς ταῦτα διαπραξομένους κρύφα Ῥωμαίων παρ’ αὐτοὺς ἔπεμψαν.
15.13
οἷς δὴ εἴρητο τὰ πιστὰ πρὸς Χοσρόου λαβοῦσιν ὅτι γε οὔποτε Λαζοὺς ἄκοντας ἐκδώσει Ῥωμαίοις, οὕτω δὴ αὐτὸν ξὺν τῷ Περσῶν στρατῷ ἐς τὴν χώραν ἐπαγαγέσθαι.
15.14
Ἀφικόμενοι τοίνυν ἐς Πέρσας οἱ πρέσβεις καὶ Χοσρόῃ λάθρα ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδε “Εἴ τινας καὶ ἄλλους ἐκ τοῦ παντὸς χρόνου τῶν μὲν οἰκείων ἀποστάντας ὅντινα δὴ τρόπον, ἀνδράσι δὲ τὸ παράπαν ἀγνῶσι προσκεχωρηκότας οὐ δέον αὖθις εὖ ποιοῦσα ἡ τύχη ὡς μάλιστα ἀσμένους ἐπὶ τοὺς πρὶν ἐπανήγαγεν ἐπιτηδείους, τοιούτους δή τινας καὶ Λαζούς, ὦ μέγιστε βασιλεῦ,
15.15
νόμιζε εἶναι. Κόλχοι γὰρ Πέρσαις σύμμαχοι τὸ ἀνέκαθεν ὄντες πολλά τε εἰργάσαντο αὐτοὺς ἀγαθὰ καὶ αὐτοὶ ἔπαθον· ὧν δὴ ἐν γράμμασι μνημεῖα πολλὰ ἡμεῖς τε ἔχομεν κἀν τοῖς βασιλείοις τοῖς σοῖς ἐς τὸ παρὸν διασώζεται.