Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 2

13.26 τῶν μὲν οὖν βαρβάρων ὀρθήν τινα ἔνερθεν ποιουμένων ὁδὸν ἐπὶ τὸ τῆς πόλεως τεῖχος, τῶν δὲ Ῥωμαίων τε Θεοδώρου γνώμῃ, ἐπὶ σοφίᾳ τῇ καλουμένῃ μηχανικῇ λογίου ἀνδρός, ἐγκαρσίαν τε τὴν διώρυχα ἐργαζομένων καὶ βάθους ἱκανῶς ἔχουσαν, ξυνέβη Πέρσας κατὰ μέσον τοῖν περιβόλοιν γεγενημένους ἐκ τοῦ αἰφνιδίου ἐμπεσεῖν ἐς τὴν Ῥωμαίων κατώρυχα.
13.27 καὶ αὐτῶν τοὺς μὲν πρώτους Ῥωμαῖοι ἔκτειναν, οἱ δὲ ὄπισθεν φυγόντες κατὰ τάχος ἐς τὸ στρατόπεδον διεσώθησαν. διώκειν γὰρ αὐτοὺς ἐν σκότῳ Ῥωμαῖοι οὐδαμῆ ἔγνωσαν.
13.28 ταύτης οὖν τῆς πείρας ὁ Χοσρόης ἀποτυχὼν ἑλεῖν τε τὴν πόλιν μηχανῇ τὸ λοιπὸν οὐδεμιᾷ ἐλπίσας, τοῖς πολιορκουμένοις ἐς λόγους ἦλθε, χίλιά τε κεκομισμένος ἀργύρου σταθμὰ ἐς τὰ Περσῶν ἤθη ἐχώρει.
13.29 ταῦτα ἐπεὶ βασιλεὺς Ἰουστινιανὸς ἔμαθεν, οὐκέτι τὰ ξυγκείμενα ἐπιτελῆ ποιήσειν ἤθελεν, ἐπικαλῶν Χοσρόῃ ὅτι δὴ πόλιν Δάρας ἐν σπονδαῖς ἐξελεῖν ἐνεχείρησε. ταῦτα μὲν ἐν τῇ πρώτῃ Χοσρόου ἐσβολῇ Ῥωμαίοις ξυνέβη, καὶ τὸ θέρος μὲν ἐτελεύτα.
14.1 Ὁ δὲ Χοσρόης πόλιν ἐν Ἀσσυρίοις δειμάμενος ἐν χώρῳ Κτησιφῶντος πόλεως διέχοντι ἡμέρας ὁδῷ, Ἀντιόχειάν τε τὴν Χοσρόου αὐτὴν ἐπωνόμασε καὶ Ἀντιοχέων τοὺς αἰχμαλώτους ἐνταῦθα ξυνῴκισεν ἅπαντας, οἷς δὴ βαλανεῖόν τε καὶ ἱπποδρόμιον κατεσκεύαζε καὶ ταῖς ἄλλαις τρυφαῖς ἀνεῖσθαι ἐποίει.
14.2 τούς τε γὰρ ἡνιόχους καὶ τοὺς τῶν μουσικῶν ἔργων τεχνίτας ἔκ τε Ἀντιοχείας καὶ τῶν ἄλλων Ῥωμαϊκῶν πόλεων ξὺν αὑτῷ ἦγεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi