Kitap 2
13.20
ἐντὸς μέντοι γενέσθαι οὐδεὶς τῶν βαρβάρων ἐτόλμησεν. ἔπειτα δὲ κατώρυχα ποιεῖσθαι λάθρα ἐς τὰ πρὸς ἕω τῆς πόλεως ἔγνω. ταύτῃ γὰρ μόνον ὀρύσσεσθαι ἡ γῆ οἵα τέ ἐστιν, ἐπεὶ τὰ ἄλλα τοῦ περιβόλου ἐπὶ πέτρας τοῖς δειμαμένοις πεποίηται.
13.21
οἱ γοῦν Πέρσαι ἀπὸ τῆς τάφρου ἀρξάμενοι ὤρυσσον. ἧς δὴ βαθείας κομιδῆ οὔσης, οὔτε καθεωρῶντο πρὸς τῶν πολεμίων οὔτε αὐτοῖς τινα αἴσθησιν τοῦ ποιουμένου παρείχοντο.
13.22
ἤδη μὲν οὖν ὑπέδυσαν τὰ θεμέλια τοῦ ἐκτὸς τείχους, ἔμελλον δὲ καὶ κατὰ τὴν μεταξὺ χώραν ἑκατέρου περιβόλου γινόμενοι ὀλίγῳ ὕστερον καὶ τὸ μέγα τεῖχος ἀμείψαντες τὴν πόλιν κατὰ κράτος ἑλεῖν, ἀλλ’ ʽοὐ γὰρ αὐτὴν ἔδει Πέρσαις ἁλῶναἰ εἷς ἐκ τοῦ Χοσρόου στρατοπέδου ἀμφὶ ἡμέραν μέσην ἄγχιστά πη τοῦ περιβόλου μόνος ἀφίκετο, εἴτε ἄνθρωπος ὢν εἴτε τι ἄλλο ἀνθρώπου κρεῖσσον, δόξαν τε τοῖς ὁρῶσι παρείχετο ὅτι δὴ τὰ βέλη ξυλλέγοι ἅπερ ἐκ τοῦ τείχους Ῥωμαῖοι ὀλίγῳ πρότερον ἐπὶ τοὺς ἐνοχλοῦντας βαρβάρους ἀφῆκαν.
13.23
ταῦτά τε ποιῶν καὶ τὴν ἀσπίδα προβεβλημένος ἐρεσχελεῖν τε τοὺς ἐν ταῖς ἐπάλξεσι καὶ ξὺν γέλωτι τωθάζειν ἐδόκει. εἶτα φράσας αὐτοῖς τὸν πάντα λόγον ἐγρηγορέναι πάντας ἐκέλευε καὶ ὡς ἔνι μάλιστα τῆς σωτηρίας ἐπιμελεῖσθαι.
13.24
καὶ ὁ μὲν ταῦτα σημήνας ἀπιὼν ᾤχετο, Ῥωμαῖοι δὲ τὰ ἐν μέσῳ τείχους ἑκατέρου θορύβῳ πολλῷ καὶ ταραχῇ ἐκέλευον σκάπτειν.
13.25
καὶ Πέρσαι μέντοι οὐκ εἰδότες τὰ πρασσόμενα οὐδέν τι ἧσσον ἔργου εἴχοντο.