Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 2

12.12 ὁ μὲν οὖν Αὔγουστος ἐς τὸν ἱππόδρομον ἀναβὰς ἐκάθητο ᾗπερ εἰώθει, Αὔγαρος δέ οἱ ἐς ὄψιν ἥκων τήν τε γῆν καὶ τὰ θηρία ἐπέδειξε, καταλέγων ἐκ ποίας ποτὲ χώρας ἥ τε γῆ ἑκάστη καὶ τῶν θηρίων τίνα ποτὲ εἴη.
12.13 ἔπειτα τὴν μὲν γῆν ἄλλην ἄλλῃ τοῦ ἱπποδρομίου ἐκέλευε θέσθαι, πάντα δὲ ἐς ταὐτὸ τὰ θηρία ξυναγαγόντας εἶτα ἀφεῖναι.
12.14 οἱ μὲν οὖν ὑπηρέται κατὰ ταῦτα ἐποίουν. τὰ δὲ θηρία χωρὶς ἀλλήλων γενόμενα ἐς ἐκείνην ἐχώρει τὴν γῆν ἣ δὴ ἐκ τῆς χώρας ὅθεν εἴληπτο ἐτύγχανεν οὖσα.
12.15 καὶ ὁ μὲν Αὔγουστος ἐπὶ πλεῖστον τὰ ποιούμενα ἐς τὸ ἀκριβὲς ἔβλεπε, καὶ ἐθαύμαζέ γε ὅτι δὴ τοῖς ζῴοις ἡ φύσις ἀδίδακτος οὖσα ποθεινὴν ποιεῖται τὴν πάτριον γῆν. Αὔγαρος δὲ αὐτοῦ τῶν γονάτων ἐκ τοῦ αἰφνιδίου λαβόμενος,
12.16 “Ἐμὲ δέ,” εἶπε, “τίνα ποτὲ γνώμην ἔχειν, ὦ δέσποτα, οἴει, ᾧ γυνή τέ ἐστι καὶ παιδία καὶ βασιλεία βραχεῖα μέν, ἀλλ’ ἐν γῇ τῇ πατρῴᾳ;”
12.17 καὶ ὃς τῷ ἀληθεῖ τοῦ λόγου ἡσσηθείς τε καὶ βιασθεὶς ἀπιέναι τε ξυνεχώρει οὔτι ἑκούσιος καὶ προσαιτεῖσθαι ἐκέλευεν ὅτου ἂν δέηται.
12.18 ἐπεὶ δὲ τούτου Αὔγαρος ἔτυχεν, Αὐγούστου ἐδεῖτο ἱπποδρόμιόν οἱ δείμασθαι ἐν πόλει Ἐδέσσῃ. ὁ δὲ ξυνεχώρει καὶ τοῦτο. οὕτω μὲν ἐκ Ῥώμης ἀπαλλαγεὶς Αὔγαρος ἐς Ἔδεσσαν ἦλθε.
12.19 καὶ αὐτοῦ οἱ πολῖται ἀνεπυνθάνοντο εἴ τι φέρων ἀγαθὸν σφίσιν ἐκ βασιλέως Αὐγούστου ἥκοι. ὁ δὲ ἀποκρινάμενος Ἐδεσσηνοῖς ἐνεγκεῖν ἔφη λύπην τε ἀζήμιον καὶ χαρὰν ἀκερδῆ, τὴν τοῦ ἱπποδρομίου παραδηλῶν τύχην.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi