Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 2

11.38 γνοὺς δὲ ὁ δῆμος παντὶ σθένει ἀνέκραγον ἐξαίσιον οἷον, πρὸς τῆς τοῦ βασιλέως ὀργῆς ὀργῆς τὸν ἄνθρωπον ἐξαιτούμενοι. Χοσρόης δὲ ὡμολόγησε μὲν αὐτοῖς τὸν ἄνδρα ἀφήσειν, λάθρα δὲ ἀνεσκολόπισεν οὐ πολλῷ ὕστερον. ταῦτα μὲν οὖν τῇδε διαπεπραγμένος παντὶ τῷ στρατῷ ὀπίσω ἀπήλαυνεν.
12.1 Ἐπεὶ δὲ ἐς Χαλκίδα πόλιν ἀφίκετο, Βεροίας πόλεως τέτρασι καὶ ὀγδοήκοντα σταδίοις διέχουσαν, αὖθις ἐς λήθην τινὰ τῶν ξυγκειμένων ἦλθε, στρατοπεδευσάμενός τε τοῦ περιβόλου οὐ μακρὰν ἄποθεν, ἔπεμψε Παῦλον ἀπειλήσοντα Χαλκιδεῦσι πολιορκίᾳ τὴν πόλιν αἱρήσειν, εἰ μὴ τήν τε σωτηρίαν ὤνιον κτήσονται τὰ λύτρα διδόντες καὶ τοὺς στρατιώτας ὅσους ἐνταῦθα ξυμβαίνει εἶναι ξὺν τῷ ἡγεμόνι ἐκδοῖεν σφίσι.
12.2 Χαλκιδεῖς δὲ ἐς δέος μέγα πρὸς ἑκατέρου βασιλέως ἐμπεπτωκότες στρατιώτας μὲν ἀπώμοσαν ὡς ἥκιστα ἐπιδημεῖν σφίσι, καίπερ ἄλλους τε καὶ Ἀδόναχον τὸν τῶν στρατιωτῶν ἄρχοντα κρύψαντες ἐν οἰκίσκοις τισίν, ὅπως μὴ τοῖς πολεμίοις ἔνδηλοι ὦσι· χρυσοῦ δὲ κεντηνάρια δύο συλλέξαντες μόλις, ἐπεὶ πόλιν οὐ λίαν εὐδαίμονα ᾤκουν, τῷ τε Χοσρόῃ ζωάγρια δόντες τήν τε πόλιν καὶ σφᾶς αὐτοὺς διεσώσαντο.
12.3 Ἐνθένδε οὐκέτι ὁ Χοσρόης ἐβούλετο τὴν ἀποπορείαν ᾗπερ ἐληλύθει ποιήσασθαι, ἀλλ’ Εὐφράτην τε ποταμὸν διαβῆναι καὶ χρήματα ὅτι πλεῖστα ἐκ Μεσοποταμίας ληίζεσθαι.
12.4 γέφυραν οὖν ζεύξας ἀμφὶ Ὀββάνης τὸ χωρίον, ὅπερ τοῦ ἐν Βαρβαλισσῷ φρουρίου τεσσαράκοντα σταδίους ἀπέχει, αὐτός τε διέβη καὶ παντὶ τῷ στρατῷ ὡς τάχιστα διαβαίνειν ἐπέστελλεν, ὑπειπὼν μὲν τὴν γέφυραν τρίτῃ ἡμέρᾳ λύσεσθαι, τάξας δὲ καὶ τὸν τῆς ἡμέρας καιρόν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi