Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 2

11.16 τότε οὖν ὁ τῶν Ἀπαμέων λεώς, ἐπειδὴ τὸν Μήδων στρατὸν ἐπὶ σφᾶς ἐπύθοντο ἰέναι, ἐν δέει μεγάλῳ ἐγένοντο. Χοσρόην δὲ ἀκούοντες ὡς ἥκιστα ἀληθίζεσθαι καὶ παρὰ Θωμᾶν τὸν τῆς πόλεως ἀρχιερέα γενόμενοι ἐδέοντο τὸ τοῦ σταυροῦ ξύλον ἐπιδεῖξαι σφίσιν, ὅπως αὐτὸ ὕστατα προσκυνήσαντες τελευτήσωσιν.
11.17 ὁ δὲ κατὰ ταῦτα ἐποίει. τότε δὴ θέαμα ξυνηνέχθη λόγου τε καὶ πίστεως κρεῖσσον ἐνταῦθα γενέσθαι. τὸ μὲν γὰρ ξύλον ὁ ἱερεὺς φέρων ἐδείκνυεν, ὕπερθεν δὲ αὐτοῦ σέλας πυρὸς ἐπεφέρετο καὶ τὸ κατ’ αὐτὸν τῆς ὀροφῆς μέρος φωτὶ πολλῷ ὑπὲρ τὸ εἰωθὸς κατελάμπετο.
11.18 βαδίζόντος τε τοῦ ἱερέως πανταχῆ τοῦ νεὼ συμπροῄει τὸ σέλας, φυλάσσον ἀεὶ τὴν ὑπὲρ αὐτοῦ τῆς ὀροφῆς χώραν.
11.19 ὁ μὲν οὖν τῶν Ἀπαμέων δῆμος ὑπὸ τῆς τοῦ θαύματος ἡδονῆς ἐθαμβεῖτό τε καὶ ἐγεγήθει καὶ ἔκλαιεν, ἤδη τε ἅπαντες ὑπὲρ τῆς σωτηρίας τὸ θαρσεῖν εἶχον.
11.20 ὁ δὲ Θωμᾶς, ἐπειδὴ περιῆλθε τὸν νεὼν ἅπαντα, καταθέμενος ἐν τῇ θήκῃ τὸ τοῦ σταυροῦ ξύλον ἐκάλυψε, καὶ τὸ σέλας ἐκ τοῦ αἰφνιδίου ἐπέπαυτο. μαθὼν δὲ τὸν τῶν πολεμίων στρατὸν ἄγχιστά που τῆς πόλεως ἥκειν, σπουδῇ πολλῇ παρὰ τὸν Χοσρόην ἀφίκετο.
11.21 καὶ ὃς ἐπεὶ ἀνεπυνθάνετο τοῦ ἱερέως εἰ βουλομένοις τοῖς Ἀπαμεῦσιν εἴη ἀπὸ τοῦ περιβόλου ἀντιτάξασθαι τῷ Μήδων στρατῷ, ἀπεκρίνατο Θωμᾶς οὐδὲν τοῖς ἀνθρώποις τοιοῦτο ἐς ἔννοιαν ἥκειν.
11.22 “Οὐκοῦν” ἔφη ὁ Χοσρόης “δέξασθέ με τῇ πόλει ξὺν ὀλίγοις τισὶ πάσαις ἀναπεπταμέναις
11.23 ταῖς πύλαις.” ὁ ἱερεὺς εἶπεν “Ἐπ’ αὐτὸ γὰρ δὴ παρακαλέσων τοῦτο ἀφῖγμαι.” ὁ μὲν οὖν στρατὸς ἅπας ἐστρατοπεδεύσαντο διεσκηνημένοι πρὸ τοῦ περιβόλου,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi