Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 2

11.9 Ἀείμαχος ὄνομα. ὃς ἐπειδὴ καταλαμβάνεσθαι ἔμελλεν, ἐπιστραφεὶς ἐκ τοῦ αἰφνιδίου λίθῳ τὸν διώκοντα βάλλει, ἐπιτυγχάνει τε τοῦ μετώπου ἐς τὴν παρὰ τὸ οὖς μήνιγγα. καὶ ὁ μὲν ἐς τὸ ἔδαφος εὐθὺς ἔπεσεν, ὁ δὲ αὐτοῦ τὸν ἀκινάκην σπασάμενος κτείνει τὸν ἄνδρα.
11.10 σκυλεύσας τε αὐτοῦ κατ’ ἐξουσίαν τά τε ὅπλα καὶ τὸν χρυσὸν ἅπαντα καὶ εἴ τι ἄλλο ἐτύγχανεν ἀμπεχόμενος, ἐπί τε τὸν ἵππον ἀναθορὼν πρόσω ἤλαυνεν.
11.11 εἴτε δὲ τύχῃ εἴτε χωρίων ἐμπειρίᾳ χρησάμενος, λαθεῖν τε τοὺς πολεμίους καὶ διαφυγεῖν παντελῶς ἴσχυσε.
11.12 ταῦτα ὁ Χοσρόης μαθὼν καὶ τοῖς ξυμπεσοῦσι περιαλγήσας, τῶν οἱ ἑπομένων τινὰς καῦσαι τὸν τοῦ ἀρχαγγέλου νεὼν οὗ πρόσθεν ἐμνήσθην ἐκέλευεν.
11.13 οἱ δὲ τοῦτον ἐκεῖνον εἶναι ἡγούμενοι ξὺν ταῖς ἀμφ’ αὐτὸν οἰκοδομίαις ἐνέπρησαν, ἐπιτελεῖς τε πεποιῆσθαι τὰς Χοσρόου ἐντολὰς ᾤοντο. ταῦτα μὲν δὴ οὕτως ἔσχε.
11.14 Χοσρόης δὲ παντὶ τῷ στρατῷ τὴν ἐπὶ Ἀπάμειαν ᾔει. ἔστι δὲ ξύλον πηχυαῖον ἐν Ἀπαμείᾳ, τοῦ σταυροῦ μέρος ἐν ᾧ τὸν Χριστὸν ἐν Ἱεροσολύμοις ποτὲ τὴν κόλασιν οὔτι ἀκούσιον ὑποστῆναι ὁμολογεῖται, κατὰ δὴ τὸν παλαιὸν χρόνον ἐνταῦθα πρὸς Σύρου ἀνδρὸς κομισθὲν λάθρα.
11.15 καὶ αὐτὸ οἱ πάλαι ἄνθρωποι φυλακτήριον μέγα σφίσι τε αὐτοῖς καὶ τῇ πόλει πιστεύοντες ἔσεσθαι θήκην αὐτοῦ ξυλίνην τινὰ πεποιημένοι κατέθεντο, ἣν δὴ χρυσῷ τε πολλῷ καὶ λίθοις ἐντίμοις ἐκόσμησαν, καὶ τρισὶ μὲν ἱερεῦσι παρέδοσαν, ἐφ’ ᾧ ξὺν πάσῃ ἀσφαλείᾳ φυλάξουσιν, ἐξάγοντες δὲ ἀνὰ πᾶν ἔτος πανδημεὶ ἐν ἡμέρᾳ προσκυνοῦσι μιᾷ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi