Kitap 2
10.19
τέλος δὲ χρήματα μέν οἱ πολλὰ ὁ Χοσρόης ἠξίου διδόναι Ῥωμαίους, παρῄνει δὲ μὴ τὰ χρήματα ἐν τῷ παραυτίκα μόνον παρεχομένους τὴν εἰρήνην ἐθέλειν ἐς τὸν πάντα αἰῶνα κρατύνασθαι.
10.20
τὴν γὰρ ἐπὶ χρήμασι γινομένην ἀνθρώποις φιλίαν ἀναλισκομένοις ἐκ τοῦ ἐπὶ πλεῖστον ξυνδαπανᾶσθαι τοῖς χρήμασι.
10.21
δεῖν τοίνυν Ῥωμαίους τακτόν τι φέρειν ἐπέτειον Πέρσαις. “Οὕτω γὰρ αὐτοῖς,” ἔφη, “τὴν εἰρήνην Πέρσαι βέβαιον ἕξουσι, τάς τε Κασπίας αὐτοὶ φυλάσσοντες πύλας καὶ οὐκέτι αὐτοῖς ἀχθόμενοι διὰ πόλιν Δάρας, ὑπὲρ ὧν ἔμμισθοι καὶ αὐτοὶ ἐς ἀεὶ ἔσονται.” “Οὐκοῦν,” οἱ πρέσβεις ἔφασαν,
10.22
“ὑποτελεῖς Πέρσαι βούλονται Ῥωμαίους ἐς φόρου ἀπαγωγὴν ἔχειν.” “Οὔκ,
10.23
ἀλλὰ στρατιώτας οἰκείους,” ὁ Χοσρόης εἶπεν, “ἕξουσι τὸ λοιπὸν Πέρσας Ῥωμαῖοι, μισθὸν τῆς ὑπουργίας αὐτοῖς χορηγοῦντες ῥητόν· ἐπεὶ καὶ Οὔννων τισὶ καὶ Σαρακηνοῖς ἐπέτειον χορηγεῖτε χρυσόν, οὐ φόρου αὐτοῖς ὑποτελεῖς ὄντες, ἀλλ’ ὅπως ἀδῄωτον γῆν τὴν ὑμετέραν φυλάξωσιν ἐς τὸν πάντα
10.24
αἰῶνα.” τοιαῦτα Χοσρόης τε καὶ οἱ πρέσβεις πολλὰ πρὸς ἀλλήλους διαλεχθέντες, ξυνέβησαν ὕστερον ἐφ’ ᾧ Χοσρόην ἐν μὲν τῷ παραυτίκα κεντηνάρια πεντήκοντα πρὸς Ῥωμαίων λαβόντα, πέντε δὲ ἄλλων φερόμενον ἐπέτειον ἐς τὸν πάντα αἰῶνα δασμόν, μηδὲν αὐτοὺς ἐργάσασθαι περαιτέρω κακόν, ἀλλ’ αὐτὸν μὲν ὁμήρους ἐπὶ ταύτῃ τῇ ὁμολογίᾳ παρὰ τῶν πρέσβεων κεκομισμένον τὴν ἀποπορείαν παντὶ τῷ στρατῷ ἐς τὰ πάτρια ἤθη ποιήσασθαι, ἐνταῦθα δὲ πρέσβεις παρὰ βασιλέως Ἰουστινιανοῦ στελλομένους τὰς ἀμφὶ τῇ εἰρήνῃ ξυνθήκας ἐν βεβαίῳ τὸ λοιπὸν θέσθαι.