Kitap 2
9.12
τοσαύτῃ χρώμενος φύσεως ἀτοπίᾳ Χοσρόης βασιλεύς τε Περσῶν γέγονε ʽΖάμου τὸν ὀφθαλμὸν τοῦ δαιμονίου πηρώσαντος, ὅσπερ τῷ χρόνῳ τὰ πρωτεῖα ἐς τὴν βασιλείαν ἐφέρετο μετά γε τὸν Καόσην, ὅνπερ οὐδενὶ λόγῳ ἐμίσει Καβάδησ̓ καὶ πόνῳ οὐδενὶ τῶν οἱ ἐπαναστάντων ἐκράτησε, κακά τε Ῥωμαίους ὅσα ἐβούλευσεν εὐπετῶς ἔδρασε.
9.13
βουλομένη γάρ τινα μέγαν ἀεὶ ποιεῖν ἡ τύχη πράσσει τοῖς καθήκουσι χρόνοις τὰ δόξαντα, οὐδενὸς τῇ ῥύμῃ τῆς βουλήσεως ἀντιστατοῦντος, οὔτε τὸ τοῦ ἀνδρὸς διασκοπουμένη ἀξίωμα οὔτε ὅπως μὴ γένηταί τι τῶν οὐ δεόντων λογιζομένη, οὐδὲ ὅτι βλασφημήσουσιν ἐς αὐτὴν διὰ ταῦτα πολλοί, τὸ γεγονὸς αὐτῇ παρὰ τὴν ἀξίαν τοῦ τῆς χάριτος τετυχηκότος χλευάζοντες, οὐδὲ ἄλλο τῶν πάντων οὐδὲν ἐν νῷ ποιουμένη, ἢν τὸ δόξαν αὐτῇ περαίνοιτο μόνον. ἀλλὰ ταῦτα μὲν ὅπη τῷ θεῷ φίλον ἐχέτω.
9.14
Χοσρόης δὲ τὸ μὲν στράτευμα τῶν Ἀντιοχέων τοὺς περιόντας ζωγρεῖν καὶ ἀνδραποδίζειν ἐκέλευε καὶ τὰ χρήματα πάντα ληίζεσθαι, αὐτὸς δὲ ξὺν τοῖς πρέσβεσιν ἐς τὸ ἱερὸν ἀπὸ τῆς ἄκρας κατέβαινεν, ὅπερ ἐκκλησίαν καλοῦσιν.
9.15
ἐνταῦθα κειμήλια χρυσοῦ τε καὶ ἀργύρου τοσαῦτα τὸ πλῆθος ὁ Χοσρόης εὗρεν, ὥστε τῆς λείας ἄλλο οὐδὲν ὅτι μὴ τὰ κειμήλια ταῦτα λαβὼν πλούτου τι μέγεθος περιβεβλημένος ἀπιὼν ᾤχετο.
9.16
καὶ μάρμαρά τε πολλὰ καὶ θαυμαστὰ ἐνθένδε ἀφελὼν ἔξω τοῦ περιβόλου ἐκέλευε κατατίθεσθαι, ὅπως καὶ ταῦτα ἐς τὰ Περσῶν ἤθη κομίσωνται.
9.17
ταῦτα διαπεπραγμένος ξύμπασαν τὴν πόλιν ἐμπρῆσαι Πέρσαις ἐπέστελλε. καὶ αὐτοῦ οἱ πρέσβεις ἐδέοντο τῆς ἐκκλησίας ἀπέχεσθαι μόνης, ἧς τὰ λύτρα κεκομισμένος διαρκῶς εἴη.