Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 2

8.12 ἐδόκουν δὲ οἱ τειχομαχοῦντες ἐνταῦθα ἐς τὴν μάχην ἐκ τοῦ ἀντιπάλου τοῖς πολεμίοις καθίστασθαι. ἡ γὰρ πέτρα, εὐρεῖά τις καὶ ὑψηλὴ οὖσα καὶ ὥσπερ ἀντιτεταγμένη τῷ περιβόλῳ καθάπερ ἐφ’ ὁμαλοῦ εἶναι τὴν ξυμβολὴν ἐποίει.
8.13 καὶ εἰ μέν τις ἐθάρσησε τοῦ Ῥωμαίων στρατοῦ ξὺν τριακοσίοις ἔξω τε γενέσθαι τοῦ περιβόλου καὶ τὴν πέτραν ἐκείνην προτερήσας καταλαβεῖν ἐνθένδε τε τοὺς ἐπιόντας ἀμύνασθαι, οὐκ ἄν ποτε, οἶμαι, πρὸς τῶν πολεμίων ἐς κίνδυνόν τινα ἡ πόλις ἦλθεν.
8.14 οὐ γὰρ εἶχον ὅθεν ὁρμώμενοι τειχομαχοῖεν οἱ βάρβαροι, κατὰ κορυφὴν ἔκ τε τῆς πέτρας καὶ ἀπὸ τοῦ τείχους βαλλόμενοι· νῦν δέ ʽκαὶ γὰρ ἔδει Ἀντιοχέας τούτῳ τῷ Μήδων στρατῷ ἀπολέσθαἰ οὐδενὶ τοῦτο ἐς ἔννοιαν ἦλθε.
8.15 τῶν μὲν οὖν Περσῶν, ἅτε Χοσρόου παρόντος σφίσι καὶ κραυγῇ ἐγκελευομένου μεγάλῃ, ὑπὲρ δύναμιν βιαζομένων καὶ οὐδένα τοῖς ἐναντίοις ἐνδιδόντων καιρὸν ὥστε διασκοπεῖσθαι ἢ φυλάσσεσθαι τὰς τοξευμάτων βολάς, τῶν δὲ Ῥωμαίων ἔτι μᾶλλον πλήθει τε πολλῷ καὶ θορύβῳ ἀμυνομένων, οὐκ ἐνεγκοῦσαι τὸ ἄχθος αἱ σχοῖνοι αἷς αἱ δοκοὶ ξυνδεδέατο, διερράγησαν ἐκ τοῦ αἰφνιδίου καὶ ξὺν ταῖς δοκοῖς ἅπαντες ὅσοι αὐταῖς ἐφεστήκεσαν ἐς τὸ ἔδαφος ἐξέπεσον πατάγῳ πολλῷ.
8.16 οὗ δὴ αἰσθόμενοι καὶ ἄλλοι Ῥωμαίων οἳ ἐκ πύργων τῶν ἐχομένων ἐμάχοντο, καὶ ξυμβάλλειν μὲν τὸ γεγονὸς οὐδαμῆ ἔχοντες, διεφθάρθαι δὲ ταύτῃ τὸ τεῖχος οἰόμενοι ἐς φυγὴν ὥρμηντο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi