Kitap 2
7.34
εἰπεῖν.” τοσαῦτα τὸν Μέγαν εἰπόντα ὁ Χοσρόης ἐς τὴν ἀκρόπολιν ἀφῆκεν ἰέναι. ὃς δὴ ἐνταῦθα γενόμενος καὶ τὰ ξυμπεσόντα ἀμφὶ τῇ πηγῇ μαθὼν ἅπαντα, δεδακρυμένος τε παρὰ Χοσρόην αὖθις ἀφίκετο καὶ πρηνὴς κείμενος οὐδὲν μὲν Βεροιαίοις ἰσχυρίζετο ἀπολελεῖφθαι τῶν πάντων χρημάτων, μόνα δέ οἱ τῶν ἀνθρώπων ἱκέτευε χαριεῖσθαι τὰ σώματα.
7.35
ταῖς τε τοῦ ἀνδρὸς ὀλοφύρσεσιν ὁ Χοσρόης ἠγμένος τὴν δέησιν ἐπιτελῆ ἐποιεῖτο, καὶ διομοσάμενος ἅπασι τοῖς ἐν ἀκροπόλει τὰ πιστὰ ἔδωκε.
7.36
Βεροιαῖοι δὲ παρὰ τοσοῦτον κινδύνου ἐλθόντες, ἀπέλιπόν τε τὴν ἀκρόπολιν ἀπαθεῖς κακῶν καὶ ἀπιόντες ᾤχοντο ὡς ἕκαστός πη·
7.37
ἐβούλετο. τῶν δὲ στρατιωτῶν ὀλίγοι μὲν αὐτοῖς τινες εἵποντο, οἱ δὲ πλεῖστοι ἐθελούσιοι παρὰ Χοσρόην αὐτόμολοι ἦλθον, ἐπικαλοῦντες ὅτι δὴ τὰς συντάξεις χρόνου μακροῦ σφίσι τὸ δημόσιον ὦφλε, καὶ ξὺν αὐτῷ ὕστερον ἐς τὰ Περσῶν ἤθη ἐχώρησαν.
8.1
Χοσρόης δέ ʽκαὶ γάρ οἱ Μέγας χρήματα ἔφασκεν οὐδαμῆ πεπεικέναι Ἀντιοχέας φέρειν’ παντὶ τῷ στρατῷ ἐπ’ αὐτοὺς ᾔει.
8.2
Ἀντιοχέων δέ τινες μὲν ἐνθένθε ξὺν τοῖς χρήμασιν ἐξαναστάντες ἔφευγον ὡς ἕκαστός πη ἐδύνατο. ταὐτὸ δὲ τοῦτο διενοοῦντο καὶ οἱ λοιποὶ ξύμπαντες, εἰ μὴ μεταξὺ ἥκοντες οἱ τῶν ἐν Λιβάνῳ στρατιωτῶν ἄρχοντες, Θεόκτιστός τε καὶ Μολάτζης, ξὺν ἑξακισχιλίοις ἀνδράσιν ἐλπίσι τε αὐτοὺς ἐπιρρώσαντες διεκώλυσαν.
8.3
οὗ δὴ οὐ πολλῷ ὕστερον καὶ τὸ Περσῶν στράτευμα ἦλθεν. ἐνταῦθά τε διεσκηνημένοι ἐστρατοπεδεύσαντο ἅπαντες πρός τε Ὀρόντῃ τῷ ποταμῷ καὶ αὐτοῦ οὐ πολλῷ ἄποθεν.