Kitap 2
6.13
ἀλλὰ τοῖς τῶν οἰκοδομιῶν ἀρχιτέκτοσι ποιητέα τούτων ἐδόκει οὐδέτερα εἶναι. οὔτε γὰρ ἐν χρόνῳ βραχεῖ ἐπιτελῆ ἔσεσθαι οὕτως ἐγκειμένης τῆς τῶν πολεμίων ἐφόδου, ἀρχόμενοί τε τοῦ ἔργου τούτου καὶ οὐκ ἐς πέρας αὐτοῦ ἐξικνούμενοι οὐκ ἄλλο οὐδὲν ἢ τοῖς πολεμίοις ἐνδείξονται ὅπη ποτὲ τοῦ τείχους σφίσι πολεμητέα εἴη.
6.14
Γερμανὸς δὲ ταύτης δὴ τῆς ἐννοίας σφαλείς, τὰ μὲν πρῶτα στρατὸν ἐκ Βυζαντίου καραδοκῶν ἐλπίδα τινὰ ἐπ’ αὐτῷ εἶχεν.
6.15
ἐπεὶ δὲ χρόνου τριβέντος συχνοῦ οὔτε τις ἐκ βασιλέως στρατὸς ἀφίκετο οὔτε ὅτι ἀφίξεται ἐπίδοξος ἦν, ἐς δέος ἦλθε μὴ ὁ Χοσρόης πυθόμενος βασιλέως ἀνεψιὸν ἐνταῦθα εἶναι, προυργιαίτερον ἄλλου ὁτουοῦν ποιήσηται Ἀντιόχειάν τε καὶ αὐτὸν ἐξελεῖν, καὶ ἀπ’ αὐτοῦ τῶν ἄλλων ἁπάντων ἀφέμενος παντὶ τῷ στρατῷ ἐπ’ αὐτὴν ἴοι.
6.16
ταῦτα καὶ Ἀντιοχεῦσιν ἐν νῷ ἔχουσι βουλήν τε ὑπὲρ τούτων πεποιημένοις ξυμφορώτατον ἔδοξεν εἶναι χρήματα προεμένοις Χοσρόῃ κίνδυνον τὸν παρόντα διαφυγεῖν.
6.17
Μέγαν τοίνυν, τὸν Βεροίας ἐπίσκοπον, ἄνδρα ξυνετόν ʽἐπιχωριάζων γὰρ αὐτοῖς ἐτύγχανε τότἐ Χοσρόου δεησόμενον πέμπουσιν, ὃς δὴ ἐνθένδε σταλεὶς καταλαμβάνει τὸν Μήδων στρατὸν Ἱεραπόλεως οὐ μακρὰν ἄποθεν.
6.18
Χοσρόῃ τε ἐς ὄψιν ἥκων πολλὰ ἐλιπάρει ἀνθρώπους οἰκτεῖραι οἳ οὔτε τι ἐς αὐτὸν ἥμαρτον οὔτε τῇ Περσῶν στρατιᾷ οἷοί τε ἀντιτείνειν εἰσί.