Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 2

5.29 πέμψας οὖν ἐς Σεργιούπολιν, τὴν Ῥωμαίων κατήκοον, ἣ Σεργίου ἐπιφανοῦς ἁγίου ἐπώνυμός ἐστι, πόλεως τῆς ἁλούσης ἓξ καὶ εἴκοσι καὶ ἑκατὸν σταδίοις διέχουσα, κειμένη δὲ αὐτῆς πρὸς ἄνεμον νότον ἐν τῷ βαρβαρικῷ καλουμένῳ πεδίῳ, Κάνδιδον τὸν ταύτῃ ἐπίσκοπον κεντηναρίοιν δυοῖν δισχιλίους τε καὶ μυρίους ὄντας ὠνεῖσθαι τοὺς αἰχμαλώτους ἐκέλευεν.
5.30 ὁ δέ ʽχρήματα γάρ οἱ οὐκ ἔφασκεν εἶναἰ τὴν πρᾶξιν ἄντικρυς ἀνεδύετο. διὸ δὴ αὐτὸν ὁ Χοσρόης ἠξίου ἐν βιβλιδίῳ τὴν ὁμολογίαν ἀφέντα τοῦ δώσειν χρόνῳ τῷ ὑστέρῳ τὰ χρήματα οὕτω δὴ ὀλίγων χρημάτων πρίασθαι ἀνδράποδα τοσαῦτα τὸ πλῆθος.
5.31 Κάνδιδος δὲ κατὰ ταῦτα ἐποίει, καὶ τὸ μὲν χρυσίον ὡμολόγησεν ἐνιαυτοῦ δώσειν, ὅρκους δεινοτάτους ὀμωμοκώς, ζημίαν δέ οἱ αὐτῷ διώρισε ταύτην, ἢν μὴ διδοίη χρόνῳ τῷ ξυγκειμένῳ τὰ χρήματα, διπλάσια μὲν αὐτὰ δώσειν, αὐτὸν δὲ ἱερέα μηκέτι εἶναι, ἅτε τὰ ὀμωμοσμένα ἠλογηκότα.
5.32 ταῦτα Κάνδιδος ἐν γραμματείῳ γράψας τοὺς Σουρηνοὺς ἅπαντας ἔλαβεν.
5.33 ὧν ὀλίγοι μέν τινες διεβίωσαν, οἱ δὲ πλεῖστοι ἀντέχειν τῇ ξυμπεσούσῃ ταλαιπωρίᾳ οὐχ οἷοί τε ὄντες ὀλίγῳ ὕστερον διεφθάρησαν. ταῦτα διαπεπραγμένος Χοσρόης πρόσω ἐπῆγε τὸ στράτευμα.
6.1 Ἐτύγχανε δὲ ὀλίγῳ ἔμπροσθεν βασιλεὺς ἀρχὴν τῆς ἕω τὴν στρατηγίδα διελὼν δίχα, καὶ τὰ μὲν ἄχρι ἐς ποταμὸν Εὐφράτην ἐς τὸ Βελισαρίου ἀπολιπὼν ὄνομα ὃς ξύμπασαν τὴν ἀρχὴν τὰ πρότερα εἶχε, τὰ δὲ ἐνθένδε μέχρι τῶν Περσικῶν ὁρίων τῷ Βούζῃ ἐπιτρέψας, ὃν δὴ ἁπάσης ἐπιμέλεσθαι τῆς ἑῴας ἀρχῆς, ἕως Βελισάριος ἐξ Ἰταλίας ἐπανήκοι, ἐκέλευε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi