Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 2

5.15 τὴν μέντοι ὀργὴν οὐκ ἐξήνεγκεν, ἀλλ’ ὑπὸ τῷ προσώπῳ ἀκριβῶς ἔκρυψεν, ὅπως τὴν κόλασιν ἐς Σουρηνοὺς ποιησάμενος φοβερόν τε Ῥωμαίοις αὑτὸν καὶ ἄμαχόν τινα καταστήσηται. οὕτω γάρ οἱ προσχωρήσειν οὐδενὶ πόνῳ ὑπετόπαζε τοὺς ἐν ποσὶν ἀεὶ γενησομένους.
5.16 διὸ δὴ ξύν τε φιλοφροσύνῃ πολλῇ τὸν ἐπίσκοπον ἐξανέστησε, καὶ τὰ δῶρα δεξάμενος παρείχετό τινα δόκησιν ὡς ἀμφὶ τοῖς Σουρηνῶν λύτροις αὐτίκα κοινολογησόμενος Περσῶν τοῖς λογίμοις εὖ τὴν δέησιν διαθήσεται.
5.17 οὕτω τε ξὺν τοῖς ἑπομένοις τὸν ἐπίσκοπον ἀπεπέμψατο οὐδεμίαν τῆς ἐπιβουλῆς αἴσθησιν ἔχοντα, καί οἱ τῶν ἐν Πέρσαις δοκίμων τινὰς παραπομποὺς ἐσομένους δῆθεν τῷ λόγῳ ξυνέπεμψεν.
5.18 οὓς δὴ λάθρα ἐκέλευε μὲν ἰέναι ξὺν αὐτῷ ἄχρι ἐς τὸ τεῖχος, παρηγοροῦντας καί τισιν ἀγαθαῖς ἐπαίροντας ἐλπίσιν, ὥστε αὐτὸν καὶ τοὺς ξὺν αὐτῷ ἅπαντας χαίροντάς τε καὶ οὐδὲν δεδιότας τοῖς ἔνδον ὀφθῆναι.
5.19 ἐπειδὰν δὲ οἱ φύλακες ἀνακλίναντες τὴν πυλίδα τῇ πόλει αὐτοὺς δέχεσθαι μέλλωσι, λίθον τινὰ ἢ ξύλον τοῦ τε οὐδοῦ καὶ τῆς θύρας μεταξὺ ῥίψαντες οὐ ξυγχωρεῖν ἐπιτίθεσθαι, ἀλλὰ καὶ αὐτοὺς τοῖς ἐπιθεῖναι βουλομένοις χρόνον δή τινα ἐμποδὼν ἵστασθαι· οὐκ εἰς μακρὰν γὰρ αὐτοῖς τὸν στρατὸν ἕψεσθαι.
5.20 Ταῦτα τοῖς ἀνδράσιν ὁ Χοσρόης ἐντειλάμενος ἐν παρασκευῇ τὸν στρατὸν ἐποιεῖτο, δρόμῳ τε χωρεῖν ἐπὶ τὴν πόλιν ὅταν αὐτὸς σημήνῃ ἐκέλευεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi