Kitap 2
5.9
ἧς δὴ ἀγχοτάτω γενόμενος ἔστη. ἐνταῦθα δὲ τῷ ἵππῳ ξυνέβη ἐφ’ οὗ ὁ Χοσρόης ἐκάθητο χρεμετίσαι τε καὶ τῷ ποδὶ τὸ ἔδαφος κρούειν. ὃ δὴ οἱ μάγοι ξυμβαλόντες ἁλώσεσθαι τὸ χωρίον ἀπέφαινον.
5.10
ὁ δὲ στρατοπεδευσάμενος ἐπὶ τὸν περίβολον ὡς τειχομαχήσων τὸ στράτευμα ἐπῆγεν.
5.11
ἐτύγχανε δέ τις ὄνομα μὲν Ἀρσάκης, Ἀρμένιος δὲ γένος, τῶν ἐνταῦθα στρατιωτῶν ἄρχων, ὃς τοὺς στρατιώτας ἐς τὰς ἐπάλξεις ἀναβιβάσας, ἐνθένδε τε μαχόμενος ἰσχυρότατα καὶ πολλοὺς τῶν πολεμίων κτείνας, τοξεύματι βληθεὶς ἐτελεύτησε.
5.12
καὶ Πέρσαι μὲν τότε ʽἦν γὰρ τῆς ἡμέρας ὀψἒ ὡς αὖθις τῇ ὑστεραίᾳ τειχομαχήσοντες ἐπὶ τὸ στρατόπεδον ἀνεχώρησαν, Ῥωμαῖοι δὲ ἀπογνόντες, ἅτε τετελευτηκότος σφίσι τοῦ ἄρχοντος, ἱκέται διενοοῦντο Χοσρόου γενέσθαι·
5.13
τῇ οὖν ἐπιούσῃ ἡμέρᾳ τὸν τῆς πόλεως ἐπίσκοπον δεησόμενόν τε καὶ τὸ χωρίον ἐξαιτησόμενον ἔπεμψαν, ὃς τῶν ὑπηρετῶν τινας ἐπαγόμενος ὄρνις τε φέροντας καὶ οἶνον καὶ καθαροὺς ἄρτους, παρὰ Χοσρόην ἀφίκετο, ἐς δὲ τὸ ἔδαφος καθῆκεν αὑτὸν καὶ δεδακρυμένος ἱκέτευε φείδεσθαι ἀνθρώπων οἰκτρῶν καὶ πόλεως Ῥωμαίοις μὲν ἀτιμοτάτης, Πέρσαις δὲ ἐν οὐδενὶ λόγῳ οὔτε τὰ πρότερα γεγενημένης οὔτε ὕστερόν ποτε ἐσομένης· λύτρα τέ οἱ τοὺς Σουρηνοὺς δώσειν σφῶν τε αὐτῶν καὶ πόλεως ἧσπερ οἰκοῦσιν ἐπαξίως ὑπέσχετο.
5.14
Χοσρόης δὲ Σουρηνοῖς μὲν χαλεπῶς εἶχεν, ὅτι δὴ αὐτῷ πρῶτοι περιπεπτωκότες Ῥωμαίων ἁπάντων οὔτε τῇ πόλει ἐδέξαντο ἐθελούσιοι, ἀλλὰ καὶ ἀνταίρειν οἱ ὅπλα τολμήσαντες πολύν τινα δοκίμων Περσῶν ὅμιλον ἔκτειναν.