Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 2

4.15 ἐτύγχανε δέ τις ἐς Βυζάντιον ἥκων ἐκ Δάρας πόλεως, Ἀναστάσιος ὄνομα, δόξαν ἐπὶ ξυνέσει ἔχων, ὃς καὶ τὴν ἐν Δάρας ἔναγχος γενομένην τυραννίδα καταλελύκει.
4.16 τοῦτον οὖν τὸν Ἀναστάσιον παρὰ Χοσρόην Ἰουστινιανὸς ἔπεμψε γράμματα γράψας·
4.17 ἐδήλου δὲ ἡ γραφὴ τάδε “Ξυνετῶν μὲν ἀνθρώπων ἐστὶ καὶ οἷς τὰ ἐς τὸ θεῖον ἱκανῶς ἤσκηται πολέμου φυομένας αἰτίας, ἄλλως τε καὶ πρὸς ἄνδρας τὰ μάλιστα φίλους, σθένει παντὶ ἀποτέμνεσθαι· ἀξυνέτων δὲ καὶ τὰ τοῦ θεοῦ σφίσιν αὐτοῖς ῥᾷστα ποιουμένων πολέμια μάχης τε καὶ ταραχῆς ἀφορμὰς οὐδαμῆ οὔσας ἐπιτεχνᾶσθαι.
4.18 εἰρήνην μὲν γὰρ καταλύσασιν ἐς πόλεμον ἰέναι οὐδὲν πρᾶγμά ἐστιν, ἐπεὶ τῶν ἐπιτηδευμάτων τὰ πονηρότατα καὶ τοῖς τῶν ἀνθρώπων ἀτιμοτάτοις εὔκολα τίθεσθαι ἡ τῶν πραγμάτων νενόμικε φύσις.
4.19 πόλεμον δὲ κατὰ γνώμην διαθεμένοις αὖθις ἐπὶ τὴν εἰρήνην χωρεῖν ἀνθρώποις οἶμαι οὐ ῥᾴδιον εἶναι.
4.20 καίτοι σὺ μὲν ἡμῖν γράμματα οὐκ ἐπίτηδες γεγραμμένα ἐπικαλεῖς, ταῦτά τε γνώμῃ αὐτονόμῳ τανῦν ἑρμηνεύειν ἐσπούδακας, οὐχ ᾗπερ ἡμεῖς διανοηθέντες γεγράφαμεν, ἀλλ’ ᾗ σοι τὰ βεβουλευμένα ἐπιτελεῖν οὐκ ἄνευ τινὸς παραπετάσματος ἐφιεμένῳ ξυνοίσειν δοκεῖ.
4.21 ἡμῖν δὲ πάρεστιν Ἀλαμούνδαρον δεικνύναι τὸν σὸν γῆν ἔναγχος καταδραμόντα τὴν ἡμετέραν ἔργα ἐν σπονδαῖς διαπεπρᾶχθαι ἀνήκεστα, χωρίων ἁλώσεις, χρημάτων ἁρπαγάς, ἀνθρώπων φόνους τε καὶ ἀνδραποδισμοὺς τοσούτων τὸ πλῆθος, ὑπὲρ ὧν σε οὐκ αἰτιᾶσθαι ἡμᾶς, ἀλλ’ ἀπολογεῖσθαι δεήσει.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi