Kitap 2
4.7
χρόνῳ τε τῷ ὑστέρῳ πολλάκις ἐνταῦθα γενόμενοι ἀνήκεστα ἐς Ῥωμαίους δεινὰ ἔδρασαν.
4.8
οἳ δὴ καὶ ἐν Χερρονήσῳ τειχομαχήσαντες, βιασάμενοί τε τοὺς ἐκ τοῦ τείχους ἀμυνομένους καὶ διὰ τοῦ τῆς θαλάσσης ῥοθίου τὸν περίβολον ὑπερβάντες ὃς πρὸς κόλπῳ τῷ μέλανι καλουμένῳ ἐστίν, οὕτω τε ἐντὸς τῶν μακρῶν τειχῶν γεγενημένοι καὶ τοῖς ἐν Χερρονήσῳ Ῥωμαίοις ἀπροσδόκητοι ἐπιπεσόντες, ἔκτεινάν τε πολλοὺς καὶ ἠνδραπόδισαν σχεδὸν ἅπαντας.
4.9
ὀλίγοι δέ τινες καὶ διαβάντες τὸν μεταξὺ Σηστοῦ τε καὶ Ἀβύδου πορθμόν, ληισάμενοί τε τὰ ἐπὶ τῆς Ἀσίας χωρία καὶ αὖθις ἐς Χερρόνησον ἀναστρέψαντες, ξὺν τῷ ἄλλῳ στρατῷ καὶ πάσῃ τῇ λείᾳ ἐπ’ οἴκου ἀπεκομίσθησαν.
4.10
ἐν ἑτέρᾳ τε εἰσβολῇ τούς τε Ἰλλυριοὺς καὶ Θεσσαλοὺς ληισάμενοι, τειχομαχεῖν μὲν ἐνεχείρησαν ἐν Θερμοπύλαις, τῶν δὲ ἐν τοῖς τείχεσι φρουρῶν καρτερώτατα ἀμυνομένων διερευνώμενοι τὰς περιόδους παρὰ δόξαν τὴν ἀτραπὸν εὗρον ἣ φέρει εἰς τὸ ὄρος ὃ ταύτῃ ἀνέχει.
4.11
οὕτω τε σχεδὸν ἅπαντας Ἕλληνας πλὴν Πελοποννησίων διεργασάμενοι ἀπεχώρησαν.
4.12
Πέρσαι δὲ οὐ πολλῷ ὕστερον τὰς σπονδὰς λύσαντες ἔργα Ῥωμαίους τοὺς ἑῴους εἰργάσαντο ἅπερ ἐγὼ αὐτίκα δὴ μάλα δηλώσω.
4.13
Βελισάριος ἐπεὶ τῶν Γότθων τε καὶ Ἰταλιωτῶν βασιλέα Οὐίττιγιν καθελὼν ζῶντα ἐς Βυζάντιον ἤνεγκεν. ὅπως δὲ ὁ Περσῶν στρατὸς ἐς γῆν τὴν Ῥωμαίων ἐσέβαλεν ἐρῶν ἔρχομαι.
4.14
ἡνίκα Χοσρόου πολεμησείοντος Ἰουστινιανὸς βασιλεὺς ᾔσθετο, παραίνεσίν τε ποιεῖσθαί τινα καὶ τῆς ἐγχειρήσεως αὐτὸν ἀπαγαγεῖν ἤθελεν.