Kitap 2
30.40
ἄραντες οὖν παντὶ τῷ στρατῷ ἐπ’ αὐτοὺς ᾔεσαν, διαριθμούμενοι ὅπως πόρρω που τῶν νυκτῶν ἐπιπέσοιεν σφίσι· τετρακισχίλιοι δὲ καὶ μύριοι ἦσαν.
30.41
οἱ μὲν οὖν Πέρσαι πολέμιον οὐδὲν ἐν νῷ ἔχοντες μακρόν τινα ὕπνον ἐκάθευδον· τόν τε γὰρ ποταμὸν ἀπόρευτον ᾤοντο εἶναι καὶ τοὺς χιλίους, οὐδενὸς σφίσιν ὑπαντιάσαντος,
30.42
ἐπὶ μακρότατόν πη ὁδῷ ἰέναι. Ῥωμαῖοι δὲ αὐτοῖς καὶ Λαζοὶ ὄρθρου βαθέος ἀπροσδόκητοι ἐπιπεσόντες τοὺς μὲν ἔτι ὕπνον αἱρουμένους εὗρον, τοὺς δὲ ἄρτι ἐξ ὕπνου ἐγηγερμένους καὶ γυμνοὺς ἐπὶ τῶν στρωμάτων κειμένους.
30.43
διὸ δὴ αὐτῶν οὐδενὶ ἐς ἀλκὴν ἰδεῖν ξυνηνέχθη, ἀλλ’ οἱ μὲν πλεῖστοι καταλαμβανόμενοι ἔθνησκον, τινὰς δὲ καὶ ἐζώγρησαν οἱ πολέμιοι, ἐν τοῖς καὶ τῶν ἀρχόντων ἕνα τετύχηκεν εἶναι, ὀλίγοι δέ τινες ἐν σκότῳ διαφεύγοντες ἐσώθησαν.
30.44
τό τε στρατόπεδον Ῥωμαῖοι καὶ Λαζοὶ αἱροῦσι καὶ τὰ σημεῖα πάντα, ὅπλα τε πολλὰ καὶ χρήματα μεγάλα ἐληίσαντο, καὶ ἵππων τε καὶ ἡμιόνων μέγα τι χρῆμα.
30.45
ἐπὶ μακρότατον δὲ τὴν δίωξιν ποιησάμενοι καὶ Ἰβηρίας πόρρω ἀφίκοντο. ἔνθα δὴ καὶ ἄλλοις τισὶ Περσῶν ἐντυχόντες πολλοὺς ἔκτειναν.
30.46
οὕτω μὲν ἐκ Λαζικῆς Πέρσαι ἀπήλλαξαν, Ῥωμαῖοι δὲ καὶ Λαζοὶ τά τε ἄλλα ἐπιτήδεια καὶ ἄλευρα παμπληθῆ ἐνταῦθα εὑρόντες ἅπαντα ἔκαυσαν ἅπερ ἐξ Ἰβηρίας οἱ βάρβαροι ἐπηγάγοντο ἐφ’ ᾧ ἐς Πέτραν ἐσκομίσονται.
30.47
Λαζῶν τε πολλοὺς ἐλίποντο ἐν τῷ στενωπῷ, ὡς μηκέτι Πέρσαις ἐς Πέτραν τὰ ἐπιτήδεια ἐσκομίζεσθαι δυνατὰ εἴη, ξύν τε τῇ ἄλλῃ λείᾳ καὶ τοῖς αἰχμαλώτοις ἀνέστρεφον.