Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 2

30.32 ἄνδρας οὖν ἐς πεντακισχιλίους ἀπολεξάμενος αὐτοῦ εἴασεν, οἷς δὴ ἄρχοντας ἄλλους τε τρεῖς καὶ Φάβριζον κατεστήσατο.
30.33 πλείους γὰρ ἐνταῦθα λείπεσθαι οὔ οἱ ἔδοξεν ἐπάναγκες εἶναι, πολεμίων οὐδαμῆ ὄντων. αὐτὸς δὲ τῷ ἄλλῳ στρατῷ ἐς τὴν Περσαρμενίαν ἐλθὼν ἡσύχαζεν ἐν τοῖς ἀμφὶ Δούβιος χωρίοις.
30.34 Οἱ δὲ πεντακισχίλιοι, ἐπεὶ ἐγγυτέρω τῶν Λαζικῆς ἐσχάτων ἦλθον, παρὰ ποταμὸν Φᾶσιν ἐστρατοπεδεύσαντο ἅπαντες, ἔνθεν τε κατ’ ὀλίγους περιιόντες ἐληίζοντο τὰ ἐκείνῃ χωρία.
30.35 ὧν δὴ ὁ Γουβάζης αἰσθόμενος τῷ Δαγισθαίῳ ἐπέστελλε βοηθεῖν ἐνταῦθα σπουδῇ· δράσειν γὰρ σφίσι τοὺς πολεμίους κακόν τι μέγα δυνατὰ ἔσεσθαι.
30.36 ὁ δὲ κατὰ ταῦτα ἐποίει, παντί τε τῷ Ῥωμαίων στρατῷ ἐπίπροσθεν ᾔει, ἐν ἀριστερᾷ ἔχων ποταμὸν Φᾶσιν, ἕως ἐς χῶρον ἀφίκετο ἵνα δὴ οἱ Λαζοὶ ἐστρατοπεδεύοντο ἐν τῇ ἑτέρα τοῦ ποταμοῦ ὄχθῃ.
30.37 ἐτύγχανε δὲ ταύτῃ ὁ Φᾶσις διαβατὸς ὤν, ὅπερ Ῥωμαῖοι μὲν καὶ Πέρσαι ἀπειρίᾳ τῶν ἐκείνῃ χωρίων ὡς ἥκιστα ὑπετόπαζον, Λαζοὶ μέντοι ἐξεπιστάμενοι ἐνταῦθα διέβησαν ἐξαπιναίως καὶ ἀνεμίγνυντο τῷ Ῥωμαίων στρατῷ· Πέρσαι δὲ ἄνδρας χιλίους τῶν ἐν σφίσι δοκίμων ἀπολεξάμενοι ἔπεμψαν, ὡς μή τις ἐπὶ τὸ στρατόπεδον κακουργήσων ἴοι.
30.38 ὧνπερ δύο ἐπὶ κατασκοπῇ προτερήσαντες καὶ παρὰ δόξαν ἐς τοὺς πολεμίους ἐμπεπτωκότες τὸν πάντα λόγον ἐσήγγειλαν.
30.39 διὸ δὴ Ῥωμαῖοί τε καὶ Λαζοὶ τοῖς χιλίοις ἐξαπιναίως ἐπέστησαν, οὐδείς τε αὐτῶν διαφυγεῖν ἔσχεν, ἀλλ’ οἱ μὲν πολλοὶ διεφθάρησαν, τινὰς δὲ αὐτῶν καὶ ζωγρήσαντες οἵ τε ἀμφὶ Γουβάζην καὶ Δαγισθαῖον τό τε μέτρον τοῦ Μήδων στρατοῦ καὶ τὸ τῆς ὁδοῦ μῆκος μαθεῖν ἴσχυσαν, καὶ ὅπη ποτὲ αὐτοῖς τὰ παρόντα ἔχοι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi