Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 2

29.34 δέον οὖν ἀμέλει τὸ πλεῖστον τοῦ στρατοῦ ἐς τὸν στενωπὸν στεῖλαι, τάχα δ’ ἄν που καὶ αὐτὸν τῷ ἔργῳ τούτῳ παραγενέσθαι, ἐς ἑκατὸν ἄνδρας, ὥσπερ τι πάρεργον διαχειρίζων, ἔπεμψε μόνους· αὐτὸς δὲ Πέτραν πολιορκῶν παντὶ τῷ στρατῷ οὐδὲν ἤνυσε, καίπερ τῶν πολεμίων ὀλίγων ὄντων. κατ’ ἀρχὰς μὲν γὰρ οὐχ ἥσσους ἢ πεντακόσιοι καὶ χίλιοι ἦσαν,
29.35 πρὸς Ῥωμαίων δὲ καὶ Λαζῶν ἐν χρόνῳ πολλῷ τειχομαχούντων βαλλόμενοί τε καὶ ἀρετὴν ἐπιδεικνύμενοι μάλιστα πάντων ὧν ἡμεῖς ἴσμεν, θνήσκουσί τε πολλοὶ καὶ σφίσιν ἐς ὀλίγους κομιδῆ ἀποκεκρίσθαι ξυνέπεσε.
29.36 Πέρσαι μὲν οὖν ἐς ἀπόγνωσίν τε καὶ ἀπορίαν ἐμπεπτωκότες ἡσυχῆ ἔμενον, Ῥωμαῖοι δὲ ἀμφὶ τὸ τεῖχος διώρυχα ἐν χώρῳ ὀλίγῳ πεποίηνται, ὅ τε ταύτῃ περίβολος εὐθὺς ἔπεσεν.
29.37 ἀλλὰ ξυνέβη τούτου δὴ τοῦ χώρου ἐντὸς οἴκημα εἶναι οὐδὲν τοῦ περιβόλου διεστηκός, ὃ δὴ ἐξικνεῖτο ἐς τὸ πεπτωκὸς ἐφεξῆς ὅλον·
29.38 καὶ ἀντὶ τοῦ τείχους πολιορκουμένοις γενόμενον ἐν τῷ ἀσφαλεῖ οὐδέν τι ἧσσον αὐτοὺς καθίστη.
29.39 ὅπερ Ῥωμαίους ξυνταράξαι οὐδαμῆ ἔσχεν. εὖ γὰρ εἰδότες ὡς αὐτὸ δὴ τοῦτο ἑτέρωθι ἐργαζόμενοι τὴν πόλιν ῥᾷστα αἱρήσουσιν, εὐέλπιδες πολλῷ ἔτι μᾶλλον ἐγένοντο.
29.40 διὸ δὴ ὁ Δαγισθαῖος βασιλεῖ μὲν τὰ ξυνενεχθέντα ἐδήλου, ἆθλα δέ οἱ τῆς νίκης ἐν παρασκευῇ εἶναι προὐτείνετο, σημήνας ὅσοις δὴ αὐτόν τε καὶ τὸν ἀδελφὸν τὸν αὐτοῦ χρῆν βασιλέα δωρήσασθαι· Πέρσαν γὰρ αἱρήσειν οὐ πολλῷ ὕστερον.
29.41 Πέρσαι μὲν οὖν Ῥωμαίους τε καὶ Τζάνους καρτερώτατα τειχομαχοῦντας παρὰ δόξαν ὑφίσταντο, καίπερ ὀλίγοι ἀπολελειμμένοι ἐς ἄγαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi