Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 2

28.33 ἀλλά τις εὖ εἰδὼς τά πρασσόμενα, Ῥωμαῖος μὲν ἀνήρ, αὐτόμολος δὲ ὀλίγῳ πρότερον ἐς Πέρσας ἥκων, τὸν πάντα λόγον Γεωργίῳ φράζει, ἐνταῦθα τότε διατριβὴν ἔχοντι, οὗ δὴ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην, ἅτε Περσῶν ἀναπείσαντος τοὺς ἐν τῷ Σισαυράνων πολιορκουμένους φρουρίῳ σφᾶς αὐτοὺς ἐνδοῦναι Ῥωμαίοις.
28.34 Γεώργιος οὖν ἐν τοῖς Ῥωμαίων τε καὶ Περσῶν ὁρίοις ἀπαντήσας τῷ πρεσβευτῇ τούτῳ ἔφασκεν οὐ κατὰ πρεσβείαν τὰ ποιούμενα εἶναι, καὶ οὔ ποτε Πέρσας τοσούτους τὸ πλῆθος ἐν πόλει Ῥωμαίων αὐλίσασθαι.
28.35 χρῆν γὰρ τοὺς μὲν ἄλλους ἅπαντας ἐν χωρίῳ Ἀμμώδιος ἀπολιπεῖν, αὐτῷ δὲ ξὺν ὀλίγοις τισὶν ἐς πόλιν Δάρας ἐσιτητὰ εἶναι.
28.36 ὁ μὲν οὖν Ἰσδιγούσνας ἠγανάκτει τε καὶ δυσφορουμένῳ ἐῴκει, ἅτε περιυβρισμένος οὐ δέον, καίπερ ἐπὶ πρεσβείᾳ παρὰ τὸν Ῥωμαίων βασιλέα στελλόμενος.
28.37 Γεώργιος δέ οἱ οὐ προσέχων τὸν νοῦν ἠγριωμένῳ διεσώσατο τὴν πόλιν Ῥωμαίοις. ξὺν γὰρ ἀνδράσιν εἴκοσι μόνοις τῇ πόλει τὸν Ἰσδιγούσναν ἐδέξατο.
28.38 Ταύτης οὖν τῆς πείρας ἀποτυχὼν ὁ βάρβαρος οὗτος ὡς πρεσβεύων ἐς Βυζάντιον ἦλθε, τήν τε γυναῖκα καὶ θυγατέρας ἐπαγόμενος δύο ʽτοῦτο γὰρ ἦν αὐτῷ τὸ παραπέτασμα τοῦ ξυνεληλυθότος ὁμίλοὐ, τῷ τε βασιλεῖ ἐς ὄψιν ἥκων ἀμφὶ μὲν τῶν σπουδαίων τινὶ οὐ μέγα οὐ μικρὸν ἴσχυσεν εἰπεῖν, καίπερ οὐχ ἧσσον ἢ μῆνας δέκα κατατρίψας ἐν Ῥωμαίων τῇ γῇ.
28.39 τὰ μέντοι δῶρα παρὰ Χοσρόου, ᾗπερ εἴθισται, καὶ γράμματα βασιλεῖ ἔδωκε, δι’ ὧν ὁ Χοσρόης Ἰουστινιανὸν βασιλέα σημῆναι ἠξίου εἴ οἱ τὸ σῶμα ὑγιείας πέρι ὡς ἄριστα ἔχοι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi