Kitap 2
28.21
ἔνδηλοί τε Ἴβηρες ἦσαν δυσανασχετοῦντές τε ἰσχυρότατα καὶ νεωτεριοῦντες οὐ πολλῷ ὕστερον, ἤν τινός ποτε καιροῦ λαβέσθαι δυνατοὶ εἶεν.
28.22
καὶ πρὸς Οὔννων τῶν Λαζικῇ προσοίκων ἀδῄωτον μὲν τὴν Περσῶν ἀρχὴν ἐς ἀεὶ ἔσεσθαι, ῥᾷον δὲ καὶ ἀπονώτερον αὐτοὺς τῇ Ῥωμαίων ἀρχῇ ἐπιπέμψειν, ἡνίκα ἂν αὐτῷ βουλομένῳ εἴη· οὐ γὰρ ἄλλο οὐδὲν τοῖς ἐν Καυκάσῳ οἰκοῦσι βαρβάροις ἢ ἐπιτείχισμα Λαζικὴν εἶναι.
28.23
μάλιστα δὲ πάντων κατὰ τοῦτο ξυνοίσειν πρὸς Λαζικῆς ἐπικράτησιν ἤλπιζε Πέρσαις, ὅτι δὴ ἐξ αὐτῆς ὁρμώμενοι δυνήσονται οὐδενὶ πόνῳ καταθέοντες καὶ πεζῇ καὶ ναυσὶ τὰ ἐπὶ τοῦ Εὐξείνου καλουμένου πόντου χωρία Καππαδόκας μὲν καὶ τοὺς αὐτῶν ἐχομένους Γαλάτας καὶ Βιθυνοὺς παραστήσεσθαι, ἐξ ἐπιδρομῆς δὲ Βυζαντίους αἱρήσειν, οὐδενὸς σφίσιν ἀντιστατοῦντος.
28.24
τούτων μὲν δὴ ἕνεκα προσποιεῖσθαι Χοσρόης Λαζικὴν ἤθελεν, ἐπὶ Λαζοῖς δὲ τὸ θαρσεῖν ὡς ἥκιστα εἶχεν.
28.25
ἐπειδὴ γὰρ Ῥωμαῖοι ἐκ τῆς Λαζικῆς ἀνεχώρησαν, Λαζῶν τὸ πλῆθος τῇ Περσῶν ἀρχῇ ἐπιεικῶς ἤχθετο. μονότροποι γάρ, εἴπερ ἄλλοι τινές, οἱ Πέρσαι εἰσὶ καὶ τὰ ἐς τὴν δίαιταν ὑπεράγαν σκληροί.
28.26
καὶ αὐτοῖς οἵ τε νόμοι δυσπρόσοδοί εἰσι πρὸς πάντων ἀνθρώπων καὶ τὰ ἐπιτάγματα οὐδαμῆ ἀνεκτά. πρὸς μέντοι Λαζοὺς καὶ διαφερόντως τὸ διαλλάσσον τῆς τε γνώμης ἀεὶ καὶ τῆς διαίτης παρὰ πολὺ διαφαίνεται, ἐπεὶ Λαζοὶ μὲν Χριστιανοί εἰσι πάντων μάλιστα, Πέρσαις δὲ ἀπ’ ἐναντίας αὐτῶν τὰ ἐς τὸ θεῖον ἅπαντα ἔχει.
28.27
χωρὶς δὲ τούτων ἅλες μὲν τῆς Λαζικῆς οὐδαμῆ γίνονται, οὐ μὴν οὔτε σῖτος οὔτε οἶνος οὔτε τι ἄλλο ἀγαθὸν φύεται.