Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 2

27.5 καὶ οἱ μὲν ταῦτα ἐν παρασκευῇ εἶχον, οἱ δὲ Περσῶν ἄρχοντες πολλάκις ἐντυχόντες Μαρτίνῳ τοιαῦτα μὲν οἷά πέρ μοι εἴρηται διελέχθησαν, δόκησιν παρεχόμενοι ὡς τοὺς ἀμφὶ τῇ εἰρήνῃ ἐνδέξονται λόγους.
27.6 ἐπεὶ δὲ ὁ λόφος αὐτοῖς ἐτετέλεστο ἤδη, καὶ πλησιάζων μὲν τῷ περιβόλῳ τῆς πόλεως, ὕψει δὲ αὐτὸν πολλῷ ὑπεραίρων ἐπὶ μέγα ἐπῆρτο, Μαρτῖνον μὲν ἀπεπέμψαντο διαρρήδην ἀπειπόντες τὴν ξύμβασιν, ἔργου δὲ ἔχεσθαι τὸ λοιπὸν ἔμελλον.
27.7 Διὸ δὴ Ῥωμαῖοι τῶν δένδρων τὰ πρέμνα εὐθὺς ἔκαυσαν ἅπερ ἐς τοῦτο ἡτοίμαστο. τοῦ δὲ πυρὸς μοῖραν μὲν τοῦ χώματός τινα καύσαντος, οὔπω δὲ διὰ παντὸς ἐξικνεῖσθαι ἰσχύσαντος, τὰ ξύλα δεδαπανῆσθαι πάντα ἔτυχεν. ἀεὶ γὰρ ἐσέβαλον ἐς τὴν διώρυχα ξύλα ἕτερα, οὐδένα ἀνιέντες καιρόν.
27.8 ἤδη δὲ τοῦ πυρὸς ἅπαν ἐνεργοῦντος τὸ χῶμα, καπνός τις ὕπερθεν πανταχῆ τοῦ λόφου ἐφαίνετο νύκτωρ, Ῥωμαῖοί τε οὔπω ἐθέλοντες αἴσθησιν τοῦ ποιουμένου Πέρσαις παρέχειν ἐπενόουν τάδε.
27.9 ἀνθράκων τε καὶ πυρὸς ἀγγεῖα μικρὰ ἐμπλησάμενοι, ταῦτά τε καὶ πυρφόρους οἰστοὺς τοῦ χώματος πανταχόσε συχνὰ ἔπεμπον· ἃ δὴ οἱ Πέρσαι, ὅσοι φυλακὴν ἐνταῦθα εἶχον, ξὺν πάσῃ σπουδῇ περιιόντες ἐσβέννυον καὶ ἀπ’ αὐτοῦ φύεσθαι τὸν καπνὸν ᾤοντο.
27.10 προϊόντος δὲ τοῦ κακοῦ πλήθει μὲν πολλῷ ἐβοήθουν οἱ βάρβαροι, βάλλοντες δὲ αὐτοὺς. ἀπὸ τοῦ περιβόλου Ῥωμαῖοι πολλοὺς ἔκτειναν.
27.11 οὗ δὴ καὶ Χοσρόης ἀμφὶ ἡλίου ἀνατολὰς ἦλθε, καί οἱ τὸ πλεῖστον τοῦ στρατοῦ εἵπετο, ἔς τε τὸν λόφον ἀναβὰς πρῶτος ἔλαβε τοῦ κακοῦ αἴσθησιν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi