Kitap 2
26.45
οἱ δὲ τὸν Μαρτῖνον ἐξαπατῶντες εἰρηναῖα μὲν σφῶν τὸν βασιλέα βούλεσθαι ἔφασαν, αὐτὸν δὲ ὡς ἥκιστα οἷόν τε εἶναι τὸν Ῥωμαίων αὐτοκράτορα πείθειν τῆς πρὸς Χοσρόην φιλονεικίας ἀφέμενον τὴν εἰρήνην ποτὲ πρὸς αὐτὸν θήσεσθαι·
26.46
ἐπεὶ καὶ Βελισάριον, ὅνπερ τῇ τε δυνάμει καὶ τῷ ἀξιώματι πολὺ Μαρτίνου προὔχειν οὐδ’ ἂν αὐτὸς ἀντείποι, πεῖσαι μὲν ἔναγχος τὸν Περσῶν βασιλέα, ὄντα δή που ἐν μέσοις Ῥωμαίοις, ἐνθένδε ἀπαλλάσσεσθαι ἐς τὰ Περσῶν ἤθη, ὑποσχόμενον πρέσβεις τε παρ’ αὐτὸν οὐκ εἰς μακρὰν ἐκ Βυζαντίου ἀφίξεσθαι καὶ τὴν εἰρήνην ἐν τῷ βεβαίῳ κρατύνασθαι, πρᾶξαι δὲ τῶν ὡμολογημένων οὐδέν, ἀδύνατον γεγονότα τὴν Ἰουστινιανοῦ βασιλέως βιάσασθαι γνώμην.
27.1
Ἐν τούτῳ δὲ Ῥωμαῖοι ἐποίουν τοιάδε. διώρυχα ἐκ τῆς πόλεως ἔνερθεν τῶν πολεμίων τοῦ χώματος ἐργασάμενοι ἐκέλευον τοὺς ὀρύσσοντας μὴ μεθίεσθαι τοῦ ἔργου τούτου, ἕως ὑπὸ τὸν λόφον γένωνται μέσον. ταύτῃ γὰρ καῦσαι τὸ χῶμα τοῦτο διενοοῦντο.
27.2
προϊούσης δὲ τῆς διώρυχος κατὰ τὸν λόφον μάλιστα μέσον πάταγός τις ἐς τῶν Περσῶν τοὺς ὕπερθεν ἑστῶτας ἦλθεν.
27.3
αἰσθόμενοί τε τοῦ ποιουμένου καὶ αὐτοὶ ἄνωθεν ἀρξάμενοι ἐφ’ ἑκάτερα τοῦ μέσου ὤρυσσον, ὅπως λάβοιεν τοὺς ἐκείνῃ κακουργοῦντας Ῥωμαίους.
27.4
ὃ δὴ γνόντες Ῥωμαῖοι τούτου μὲν ἀπέσχοντο, χοῦν ἐπὶ τὸν κενωθέντα χῶρον ἐπιβαλόντες, ἐκ δὲ ἄκρου χώματος κάτωθεν, ὃ πρὸς τῷ τείχει ἐτύγχανεν ὄν, ξύλα τε καὶ λίθους καὶ χοῦν ἐκφορήσαντες καθάπερ οἰκίσκου σχῆμα εἰργάσαντο, πρέμνα τε δένδρων τῶν ῥᾷστα καιομένων ξηρὰ ἐνταῦθα ἐσέβαλλον, ἐλαίῳ τε καταβεβρεγμένα τῷ ἐκ κέδρου πεποιημένῳ καὶ θείῳ τε καὶ ἀσφάλτῳ πολλῇ.