Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 2

26.39 τοῦτο δὲ ἢν μὴ δρᾶν Ῥωμαίοις ἐν ἡδονῇ ἐστιν, ἀλλὰ δυοῖν αὐτοὺς ἐπάναγκες ἑλέσθαι τὸ ἕτερον, ἢ πεντακόσια κεντηνάρια χρυσοῦ σφίσι διδόναι, ἢ δέξασθαι τῇ πόλει τῶν οἱ ἐπιτηδείων τινάς, οἳ τὰ χρήματα διερευνησάμενοι ἅπαντα τὸν μὲν χρυσόν τε καὶ ἄργυρον, ὅσον δὴ ἐνταῦθα ξυμβαίνει εἶναι, κομίζοντες ἐς αὐτὸν ἥξουσι,
26.40 τἄλλα δὲ τοὺς κυρίους ἐάσουσιν ἔχειν. ταῦτα μὲν ὁ Χοσρόης ἀπέρριψεν, Ἔδεσσαν ἐξελεῖν πόνῳ οὐδενὶ ἐλπίδα ἔχων. οἱ δὲ πρέσβεις ʽἅπαντα γὰρ σφίσιν ἀδύνατα ἔδοξεν εἶναι ὅσα ἐκεῖνος ἀπήγγελλἐ διαπορούμενοί τε καὶ λίαν ἀσχάλλοντες ἐπὶ τὴν πόλιν ἐβάδιζον.
26.41 ἐπεί τε ἐντὸς τοῦ περιβόλου γενόμενοι τὰ παρὰ Χοσρόου ἀπήγγελλον, θορύβου τε καὶ θρήνων ἡ πόλις ἔμπλεως ἐγένετο.
26.42 Ἡ μὲν οὖν τοῦ λόφου κατασκευὴ ἐπί τε ὕψος ᾔρετο μέγα καὶ σπουδῇ πολλῇ ἐπίπροσθεν ᾔει. Ῥωμαῖοι δὲ οὐκ ἔχοντες ὅ τι καὶ δράσουσι, πάλιν τοὺς πρέσβεις παρὰ Χοσρόην ἀπέστελλον.
26.43 οἵπερ ἐπειδὴ ἐν τῷ τῶν πολεμίων στρατοπέδῳ ἐγένοντο, περί τε τῶν αὐτῶν δεησόμενοι ἔφασκον ἥκειν, λόγου μὲν οὐδ’ ὁπωστιοῦν πρὸς Περσῶν ἔτυχον, ὕβρει δὲ καὶ θορύβῳ πολλῷ ἐνθένδε ἐξελαυνόμενοι ἐς τὴν πόλιν ἐχώρουν.
26.44 τὰ μὲν οὖν πρῶτα Ῥωμαῖοι τὸ κατὰ τὸν λόφον τεῖχος ἑτέρᾳ ἐνεχείρουν οἰκοδομίᾳ τινὶ ὑπερβαλέσθαι· ὡς δὲ καὶ ταύτης τὸ Περσῶν ἔργον πολλῷ καθυπέρτερον ἐγίνετο ἤδη, τῆς μὲν οἰκοδομίας ἀπέστησαν, Μαρτῖνον δὲ πείθουσι τὰ ἀμφὶ τῇ ξυμβάσει τρόπῳ δὴ ὅτῳ βούλοιτο διοικήσασθαι. καὶ ὃς ἄγχιστα τοῦ τῶν πολεμίων στρατοπέδου γενόμενος τῶν τισιν ἐν Πέρσαις ἀρχόντων ἐς λόγους ἦλθεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi