Kitap 2
26.30
ἐνταῦθα γὰρ οὔτε πυρφόροι οἰστοὶ οὔτε τὰ ἄλλα βέλη ἐξικνεῖσθαι εἶχον, ἀλλ’ αὐτοῦ ἐπὶ τῶν προκαλυμμάτων ἀποκρουόμενα ξύμπαντα ἔμενε.
26.31
καὶ τότε Ῥωμαῖοι ἐς δέος μέγα ἐμπεπτωκότες τοὺς πρέσβεις παρὰ Χοσρόην σὺν θορύβῳ πολλῷ ἔπεμπον καὶ Στέφανον σὺν αὐτοῖς, ἔν γε τοῖς κατ’ αὐτὸν ἰατροῖς λόγιον, ὃς δὴ Καβάδην τὸν Περόζου νοσοῦντά ποτε ἰασάμενος κύριος χρημάτων μεγάλων πρὸς αὐτοῦ γέγονεν.
26.32
ὃς δή, ἐπεὶ παρὰ Χοσρόην ξὺν τοῖς ἄλλοις ἐγένετο, ἔλεξεν ὧδε, “Βασιλέως τὴν φιλανθρωπίαν ἀγαθοῦ γνώρισμα πάντες ἐκ παλαιοῦ νενομίκασιν.
26.33
οὐκοῦν, ὦ κράτιστε βασιλεῦ, φόνους σοι καὶ μάχας ἐργαζομένῳ καὶ πόλεων ἀνδραποδισμοὺς τῶν μὲν ἄλλων ἴσως ὀνομάτων παρέσται τυχεῖν, τὸ δὲ ἀγαθῷ εἶναι δοκεῖν οὐ μήποτε ἔσται.
26.34
καίτοι πασῶν γε ἥκιστα χρῆν τῇ Ἐδεσσηνῶν πόλει παρὰ σοῦ τι ξυμβῆναι φλαῦρον.
26.35
ἐντεῦθεν γὰρ ἔγωγε ὥρμημαι, ὅσπερ σε τῶν ἐσομένων οὐδὲν προειδὼς ἐξέθρεψά τε καὶ τῷ πατρὶ τῷ σῷ ξύμβουλος γεγονώς, ἐφ’ ᾧ σε τῆς ἀρχῆς διάδοχον καταστήσεται, σοὶ μὲν τῆς Περσῶν βασιλείας αἰτιώτατος γέγονα, τῇ δὲ πατρίδι τῶν παρόντων κακῶν.
26.36
οἱ γὰρ ἄνθρωποι τὰ πολλὰ τῶν ἀτυχημάτων σφίσιν αὐτοῖς ἐκ τοῦ ἐπὶ πλεῖστον τῶν ξυμβησομένων προστρίβονται.
26.37
ἀλλ’ εἴ τίς σε τῆς τοιαύτης εὐεργεσίας εἰσέρχεται μνήμη, μηδὲν ἡμᾶς ἐργάσῃ περαιτέρω κακόν, ταύτην διδούς μοι τὴν ἀμοιβήν, ἐξ ἧς σοι, ὦ βασιλεῦ, τὸ μὴ δοκεῖν ὠμοτάτῳ εἶναι ξυμβήσεται.” Στέφανος μὲν τοσαῦτα εἶπε.
26.38
Χοσρόης δὲ οὐ πρότερον ἀπαλλαγήσεσθαι ὡμολόγει ἐνθένδε, εἰ μὴ Πέτρον τε καὶ Περάνιον αὐτῷ παραδοῖεν Ῥωμαῖοι, ὅτι δή οἱ, δοῦλοί γε ὄντες πατρῷοι, τετολμήκασιν ἀντιτάξασθαι.