Kitap 2
3.41
ἀλλὰ καὶ Ὁμηρίτας τε καὶ θάλασσαν τὴν Ἐρυθρὰν περιβέβληται καὶ τὸν φοινικῶνα προστίθησι τῇ Ῥωμαίων ἀρχῇ.
3.42
ἀφίεμεν γὰρ λέγειν τὰ Λιβύων τε καὶ Ἰταλῶν πάθη. ἡ γῆ τὸν ἄνθρωπον οὐ χωρεῖ ξύμπασα· μικρόν ἐστιν αὐτῷ πάντων ὁμοῦ τῶν ἀνθρώπων κρατεῖν.
3.43
ὁ δὲ καὶ τὸν αἰθέρα περισκοπεῖ καὶ τοὺς ὑπὲρ τὸν ὠκεανὸν διερευνᾶται μυχούς, ἄλλην αὑτῷ τινα οἰκουμένην περιποιεῖσθαι βουλόμενος.
3.44
τί οὖν ἔτι, ὦ βασιλεῦ, μέλλεις; τί δὲ τὴν κάκιστα ἀπολουμένην εἰρήνην αἰσχύνῃ, ὅπως δηλαδή σε ὑστάτην ποιήσηται βρῶσιν τῶν ἄλλων ἁπάντων;
3.45
εἰ μέν ἐστί σοι βουλομένῳ μαθεῖν ὁποῖός τις ἂν Ἰουστινιανὸς ἐς τοὺς αὐτῷ εἴκοντας γένοιτο, ἐγγύθεν σοι τὸ παράδειγμα παρ’ ἡμῶν τε αὐτῶν ἐστι καὶ τῶν ταλαιπώρων Λαζῶν·
3.46
εἰ δέ, ὅπως ποτὲ εἴωθε τοῖς τε ἀγνῶσι καὶ οὐδ’ ὁτιοῦν ἠδικηκόσι χρῆσθαι, Βανδίλους τε καὶ Γότθους καὶ Μαυρουσίους διαλογίζου.
3.47
τό τε δὴ κεφάλαιον οὔπω λέλεκται. οὐκ Ἀλαμούνδαρον μὲν ἐν σπονδαῖς τὸν σόν, ὦ κράτιστε βασιλεῦ, δοῦλον ἀπάτῃ τε περιελθεῖν καὶ βασιλείας ἀποστῆσαι τῆς σῆς ἔργον πεποίηται, Οὔννους δὲ τοὺς οὐδαμόθεν αὐτῷ γνωρίμους ἐπὶ τοῖς σοῖς ἔναγχος ἑταιρίζεσθαι πράγμασιν ἐν σπουδῇ ἔσχε; καίτοι πρᾶξις ἀτοπωτέρα ταύτης οὐ γέγονεν ἐκ τοῦ παντὸς χρόνου.
3.48
ἐπειδὴ γὰρ ᾔσθετο, οἶμαι, εἰς πέρας αὐτῷ ὅσον οὔπω ἀφίξεσθαι τὴν τῶν ἑσπερίων καταστροφήν, τοὺς ἑῴους ἤδη μετελθεῖν ὑμᾶς ἐγκεχείρηκεν, ἐπεὶ καὶ μόνον ἀπολέλειπται αὐτῷ ἐς ἀγῶνα τὸ Περσῶν κράτος.
3.49
ἡ μὲν οὖν εἰρήνη τὸ ἐκείνου μέρος ἤδη σοι λέλυται, καὶ σπονδαῖς αὐτὸς πέρας ταῖς ἀπεράντοις ἐπέθηκε.