Kitap 2
26.14
τῇ γοῦν ἐπιγινομένῃ ἡμέρᾳ Παῦλος ἑρμηνεὺς παρὰ τὸ τεῖχος ἥκων ἔφασκε Ῥωμαίους χρῆναι παρὰ Χοσρόην σταλῆναι τῶν δοκίμων τινάς.
26.15
οἱ δὲ κατὰ τάχος τέσσαρας ἀπολεξάμενοι τῶν ἐν σφίσιν αὐτοῖς ἐπιφανῶν ἔπεμψαν.
26.16
οἶς δὴ ἐς τὸ Μήδων ἀφικομένοις στρατόπεδον ἐντυχὼν γνώμῃ βασιλέως ὁ Ζαβεργάνης ἀπειλαῖς τε πολλαῖς δεδιξάμενος ἀνεπυνθάνετο αὐτῶν ὁπότερα σφίσιν αἱρετώτερα τυγχάνει ὄντα, πότερον τὰ ἐς τὴν εἰρήνην, ἢ τὰ ἐς τὸν πόλεμον ἄγοντα.
26.17
τῶν δὲ τὴν εἰρήνην ἑλέσθαι ἂν πρὸ τῶν κινδύνων ὁμολογούντων, “Οὐκοῦν,” ἔφη ὁ Ζαβεργάνης, “ὠνεῖσθαι ὑμᾶς ταύτην ἀνάγκη χρημάτων πολλῶν.”
26.18
οἵ τε πρέσβεις ἔφασαν τοσαῦτα δώσειν ὅσα παρέσχοντο πρότερον, ἡνίκα τὴν Ἀντιόχειαν ἐξελὼν ἐπ’ αὐτοὺς ἦλθε.
26.19
καὶ ὁ Ζαβεργάνης αὐτοὺς ξὺν γέλωτι ἀπεπέμψατο, ἐφ’ ᾧ ἐνδελεχέστατα βουλευσάμενοι ἀμφὶ τῇ σωτηρίᾳ οὕτω δὴ αὖθις παρ’ αὐτοὺς ἔλθωσιν.
26.20
ὀλίγῳ τε ὕστερον μεταπεμψάμενος αὐτοὺς ὁ Χοσρόης, ἐπειδὴ παρ’ αὐτὸν ἵκοντο, κατέλεξε μὲν ὅσα τε πρότερον καὶ ὅντινα τρόπον ἐξηνδραπόδισε Ῥωμαίων χωρία, ἠπείλησε δὲ τὰ δεινότερα Ἐδεσσηνοῖς πρὸς Περσῶν ἔσεσθαι, εἰ μὴ πάντα σφίσι τὰ χρήματα δοῖεν ὅσα τοῦ περιβόλου ἐντὸς ἔχουσιν· οὕτω γὰρ μόνως ἐνθένδε ἀπαλλαγήσεσθαι τὸν στρατὸν ἔφασκε.
26.21
ταῦτα οἱ πρέσβεις ἀκούσαντες ὡμολόγουν μὲν παρὰ Χοσρόου τὴν εἰρήνην ὠνήσεσθαι, ἤν γε σφίσι μὴ τὰ ἀδύνατα ἐπαγγείλειε· τοῦ δὲ κινδύνου τὸ πέρας οὐδενὶ τῶν πάντων ἔφασαν πρὸ τῆς ἀγωνίας ἔνδηλον εἶναι.
26.22
πόλεμον γὰρ τοῖς αὐτὸν διαφέρουσιν ἐπὶ τοῖς ὁμολογουμένοις οὐ μή ποτε εἶναι. τότε μὲν οὖν ξὺν ὀργῇ ὁ Χοσρόης τοὺς πρέσβεις ἐκέλευεν ὅτι τάχιστα ἀπαλλάσσεσθαι.