Kitap 2
25.32
οὐ γὰρ ἀντιτάξασθαι καταλαμβάνουσιν αὐτοὺς ἐθάρσουν Πέρσαις, ἀλλ’ ἐν μόνοις τοῖς τῶν ἵππων ποσὶ τὰς τῆς σωτηρίας ἐλπίδας εἶχον καί, τὸ ξύμπαν εἰπεῖν, τοιαύτη γέγονεν ἡ φυγὴ ὥστε τῶν ἵππων σχεδόν τι αὐτοῖς οὐδεὶς διεβίω, ἀλλ’ ἡνίκα τοῦ δρόμου ἐπαύσαντο, πεσόντες εὐθὺς διεφθάρησαν.
25.33
καὶ πάθος τοῦτο μέγα Ῥωμαίοις οἶον οὔποτε πρότερον γέγονε. πολλοί τε γὰρ αὐτῶν ἔθανον καὶ πλείους ἔτι ὑπὸ τοῖς πολεμίοις ἐγένοντο.
25.34
ὅπλα τε αὐτῶν οἱ πολέμιοι καὶ ὑποζύγια ἔλαβον τοσαῦτα τὸ πλῆθος, ὥστε πλουσιώτερα δοκεῖν ἐκ τούτου γενέσθαι τοῦ ἔργου τὰ Περσῶν πράγματα.
25.35
Ἀδόλιος δὲ διὰ φρουρίου ἐν ταύτῃ δὴ τῇ ὑπαγωγῇ παριὼν ἐν Περσαρμενίοις κειμένου λίθῳ τε τὴν κεφαλὴν πρός του τῶν ταύτῃ ᾠκημένων πληγεὶς αὐτοῦ διεφθάρη, οἵ τε ἀμφὶ τὸν Ἰοῦστον καὶ Περάνιον ἐσβαλόντες ἐς τὰ ἐπὶ Ταραύνων χωρία καὶ ὀλίγα ἄττα ληισάμενοι εὐθὺς ἐπανῆλθον.
26.1
Τῷ δὲ ἐπιγινομένῳ ἔτει Χοσρόης ὁ Καβάδου τὸ τέταρτον ἐς γῆν τὴν Ῥωμαίων ἐσέβαλλεν, ἐπὶ τὴν Μεσοποταμίαν τὸ στράτευμα ἄγων.
26.2
αὕτη δὲ ἡ ἐσβολὴ τῷ Χοσρόῃ τούτῳ οὐ πρὸς Ἰουστινιανὸν τὸν Ῥωμαίων βασιλέα πεποίηται, οὐ μὴν οὐδὲ ἐπ’ ἄλλων ἀνθρώπων οὐδένα, ὅτι μὴ ἐπὶ τὸν θεὸν ὅνπερ Χριστιανοὶ σέβονται μόνον.
26.3
ἐπειδὴ γὰρ ἐν τῇ πρώτῃ ἐφόδῳ Ἐδέσσης ἀποτυχὼν ἀνεχώρησε, πολλή τις ἐγεγόνει αὐτῷ τε καὶ μάγοις, ἅτε πρὸς τοῦ τῶν Χριστιανῶν θεοῦ ἡσσημένοις, κατήφεια.
26.4
ἣν δὴ παρηγορῶν ὁ Χοσρόης ἐν τοῖς βασιλείοις Ἐδεσσηνοὺς μὲν ἀνδραποδιεῖν ἠπείλησεν ἅπαντας ἐς τὰ Περσῶν ἤθη, τὴν δὲ πόλιν μηλόβοτον καταστήσεσθαι.