Kitap 2
25.25
ταραχῆς δέ, ὡς τὸ εἰκός, ἐνθένδε πολλῆς ἐς τὸν Ῥωμαίων στρατὸν ἐμπεσούσης, ἅπαν ὁ Ναβέδης ἐπαφῆκε τοῖς ἐναντίοις τὸ Περσῶν στράτευμα.
25.26
οἱ δὲ βάλλοντες ἐν τοῖς στενωποῖς ἐς πολεμίων πάμπολυ πλῆθος πολλούς τε ἄλλους εὐπετῶς ἔκτεινον καὶ διαφερόντως Ἐρούλους, οἳ ξὺν τῷ Ναρσῇ τὰ πρῶτα τοῖς ἐναντίοις ἐπιπεσόντες ἀφύλακτοι ἐκ τοῦ ἐπὶ πλεῖστον ἐμάχοντο.
25.27
οὔτε γὰρ κράνος οὔτε θώρακα οὔτε ἄλλο τι φυλακτήριον Ἔρουλοι ἔχουσιν, ὅτι μὴ ἀσπίδα καὶ τριβώνιον ἁδρόν, ὃ δὴ διεζωσμένοι ἐς τὸν ἀγῶνα καθίστανται.
25.28
δοῦλοι μέντοι Ἔρουλοι καὶ ἀσπίδος χωρὶς ἐς μάχην χωροῦσιν, ἐπειδὰν δὲ ἄνδρες ἐν πολέμῳ ἀγαθοὶ γένωνται, οὕτω δὴ ἀσπίδας αὐτοῖς ἐφιᾶσιν οἱ δεσπόται προβάλλεσθαι ἐν ταῖς ξυμβολαῖς. τὰ μὲν τῶν Ἐρούλων ταύτῃ πη ἔχει.
25.29
Ῥωμαῖοι δὲ οὐκ ἐνεγκόντες τοὺς πολεμίους ἀνὰ κράτος ἅπαντες ἔφευγον, οὔτε ἀλκῆς μεμνημένοι οὔτε τινὰ αἰδῶ ἢ ἄλλο τι ἐν νῷ ἀγαθὸν ἔχοντες.
25.30
Πέρσαι δὲ αὐτοὺς ὑποπτεύοντες οὐκ ἐς φυγὴν ἀναίσχυντον οὕτω τετράφθαι, ἄλλ’ ἐνέδραις τισὶν ἐς αὐτοὺς χρῆσθαι, ἄχρι ἐς τὰς δυσχωρίας διώξαντες εἶτα ἀνέστρεφον, οὐ τολμῶντες ἐν τῷ ὁμαλεῖ ὀλίγοι πρὸς πολλοὺς διαμάχεσθαι.
25.31
Ῥωμαῖοι μέντοι, καὶ διαφερόντως οἱ στρατηγοὶ πάντες, δίωξιν ἐπὶ σφᾶς ἀεὶ ποιεῖσθαι τοὺς πολεμίους οἰόμενοι ἔφευγον ἔτι μᾶλλον, οὐδένα ἀνιέντες καιρόν, θέουσι μὲν τοῖς ἵπποις ἐγκελευόμενοι μάστιγι καὶ κραυγῇ, τοὺς δὲ θώρακας καὶ τὰ ἄλλα ὅπλα ῥιπτοῦντες σπουδῇ τε καὶ θορύβῳ ἐς ἔδαφος.