Kitap 2
24.18
ἄφνω δὲ Πέτρος, οὐδενὶ κοινολογησάμενος, ξὺν τοῖς ἀμφ’ αὐτὸν ἀνεπισκέπτως ἐς τὴν πολεμίαν ἐσέβαλλεν. ὅπερ ἡμέρᾳ τῇ ἐπιγινομένῃ γνόντες Φιλημούθ τε καὶ Βῆρος, οἱ τῶν Ἐρούλων ἡγούμενοι, εὐθὺς εἵποντο.
24.19
ἐπεί τε ταῦτα οἵ τε ἀμφὶ Μαρτῖνον καὶ Βαλεριανὸν ἔμαθον, τῇ ἐσβολῇ κατὰ τάχος ἐχρῶντο.
24.20
ἅπαντες δὲ ἀλλήλοις ὀλίγῳ ὕστερον ἀνεμίγνυντο ἐν τῇ πολεμίᾳ, πλὴν Ἰούστου τε καὶ τῶν ξὺν αὐτῷ, οἳ δὴ μακράν τε ἄποθεν, ὥσπερ ἐρρήθη, ἐστρατοπεδευμένοι τοῦ ἄλλου στρατοῦ, καὶ χρόνῳ ὕστερον τὴν ἐκείνων ἐσβολὴν γνόντες, καὶ αὐτοὶ μὲν ἐσέβαλλον ὡς τάχιστα ἐς τὴν κατ’ αὐτοὺς πολεμίαν, ἀναμίγνυσθαι δὲ τοῖς ξυνάρχουσιν οὐδαμῆ ἔσχον.
24.21
οἱ μέντοι ἄλλοι ξύμπαντες ἐπορεύοντο εὐθὺ Δούβιος, οὔτε ληιζόμενοι οὔτε τι ἄλλο ἄχαρι πράσσοντες ἐς τὴν Περσῶν χώραν.
25.1
Ἔστι δὲ τὸ Δούβιος χώρα τις τά τε ἄλλα ἀγαθὴ καὶ ἀέρων τε καὶ ὑδάτων εὐεξίαν τινὰ διαρκῶς ἔχουσα, Θεοδοσιουπόλεως δὲ ὁδῷ ἡμερῶν ὀκτὼ διέχει.
25.2
καὶ πεδία μὲν ἐνταῦθα ἱππήλατά ἐστι, κῶμαι δὲ πολλαὶ πολυανθρωπότατοι ᾤκηνται ἀγχοτάτω ἀλλήλαις καὶ πολλοὶ ἔμποροι κατ’ ἐργασίαν ἐν ταύταις οἰκοῦσιν.
25.3
ἔκ τε γὰρ Ἰνδῶν καὶ τῶν πλησιοχώρων Ἰβήρων πάντων τε ὡς εἰπεῖν τῶν ἐν Πέρσαις ἐθνῶν καὶ Ῥωμαίων τινῶν τὰ φορτία ἐσκομιζόμενοι ἐνταῦθα ἀλλήλοις ξυμβάλλουσι.
25.4
τόν τε τῶν Χριστιανῶν ἱερέα Καθολικὸν καλοῦσι τῇ Ἑλλήνων φωνῇ, ὅτι δὴ ἐφέστηκεν εἶς ὢν ἅπασι τοῖς ταύτῃ χωρίοις.
25.5
Δούβιος δὲ ἄποθεν ὅσον εἴκοσι καὶ ἑκατὸν σταδίων ἐν δεξιᾷ ἰόντι ἐκ Ῥωμαίων τῆς γῆς ὄρος ἐστὶ δύσβατόν τε καὶ ἄλλως κρημνῶδες, καὶ κώμη τις ἐν δυσχωρίᾳ στενοτάτη κειμένη, Ἀγγλὼν ὄνομα.