Kitap 2
24.7
καὶ ὃς ξὺν τῷ ἀδελφῷ ἐς Ἀρμενίους ἥκων, τῷ τε Βαλεριανῷ ἐντυχών, αὐτός τε Ῥωμαίοις ἅτε Χριστιανὸς ἰσχυρίζετο εὐνοϊκῶς ἔχειν καί οἱ βασιλέα Χοσρόην πείθεσθαι ἀεὶ ἐς βουλὴν πᾶσαν· ὥστε ἢν Ῥωμαίων οἱ πρέσβεις ἐς τὰ Περσῶν ἤθη ξὺν αὐτῷ ἔλθωσιν, οὐκ ἄν τι αὐτοῖς ἐμπόδισμα εἴη τοῦ τὴν εἰρήνην ὅπη βούλονται διαθήσεσθαι.
24.8
ὁ μὲν οὖν ἱερεὺς τοσαῦτα εἶπεν· ὁ δὲ τοῦ ἱερέως ἀδελφὸς Βαλεριανῷ ἐντυχὼν λάθρα Χοσρόην ἐν μεγάλοις εἶναι κακοῖς ἔφασκε· τόν τε γάρ οἱ παῖδα τυραννίδι ἐπιθέμενον ἐπαναστῆναι, καὶ αὐτὸν ὁμοῦ ξὺν παντὶ τῷ Περσῶν στρατῷ τῇ νόσῳ ἁλῶναι· διὸ δὴ καὶ Ῥωμαίοις τανῦν ἐς τὴν ξύμβασιν ἐθέλειν ἰέναι.
24.9
ταῦτα ἐπεὶ Βαλεριανὸς ἤκουσε, τὸν μὲν ἐπίσκοπον εὐθὺς ἀπεπέμψατο, τοὺς πρέσβεις οὐκ εἰς μακρὰν ὑποσχόμενος παρὰ Χοσρόην ἀφίξεσθαι, αὐτὸς δὲ τοὺς λόγους ἐς βασιλέα Ἰουστινιανὸν οὕσπερ ἠκηκόει ἀνήνεγκεν.
24.10
οἷς δὴ ὁ βασιλεὺς αὐτίκα ἠγμένος αὐτῷ τε καὶ Μαρτίνῳ καὶ τοῖς ἄλλοις ἄρχουσιν ὅτι τάχιστα ἐσβάλλειν εἰς τὴν πολεμίαν ἐπέστελλεν. εὖ γὰρ οἶδεν ὡς αὐτοῖς τῶν πολεμίων οὐδεὶς ἐμποδὼν στήσεται.
24.11
ἐκέλευε δὲ ξυλλεγέντας ἐς ταὐτὸ ἅπαντας οὕτω τὴν ἐσβολὴν ἐπὶ Περσαρμενίους ποιήσασθαι. ταῦτα ἐπεὶ ἀπενεχθέντα οἱ ἄρχοντες τὰ γράμματα εἶδον, ἅπαντες ὁμοῦ τοῖς ἑπομένοις ξυνέρρεον ἐς τὰ ἐπὶ Ἀρμενίας χωρία.