Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 1

22.14 Χοσρόης δὲ αὐτὸν ἐνθένδε ἐκέλευεν ἐξανίστασθαι, ἅπαντά οἱ ταῦτα χαριεῖσθαι ὑποσχόμενος. οἵ τε γοῦν πρέσβεις ξὺν τοῖς χρήμασιν ἐς Δάρας ἦλθον, καὶ ὁ Περσῶν στρατὸς ὀπίσω ἀπήλαυνε.
22.15 Καὶ τότε μὲν Ῥουφῖνον οἱ ξυμπρεσβευταὶ δι’ ὑποψίας τε αὐτοὶ ἐς τὰ μάλιστα ἔσχον καὶ ἐς βασιλέα διέβαλλον, τεκμαιρόμενοι ὅτι δή οἱ ἅπαντα ὁ Χοσρόης ὅσα ἔχρῃζεν αὐτοῦ ἀναπεισθεὶς ξυνεχώρησεν.
22.16 ἔδρασε μέντοι αὐτὸν διὰ ταῦτα βασιλεὺς οὐδὲν ἄχαρι. χρόνῳ δὲ οὐ πολλῷ ὕστερον Ῥουφῖνός τε αὐτὸς καὶ Ἐρμογένης αὖθις παρὰ Χοσρόην ἐστέλλοντο, ἔς τε τὰς σπονδὰς αὐτίκα ἀλλήλοις ξυνέβησαν, ἐφ’ ᾧ ἑκάτεροι ἀποδώσουσιν ὅσα δὴ ἀμφότεροι χωρία ἐν τῷδε τῷ πολέμῳ ἀλλήλους ἀφείλοντο, καὶ μηκέτι στρατιωτῶν τις ἀρχὴ ἐν Δάρας εἴη· τοῖς τε Ἴβηρσιν ἐδέδοκτο ἐν γνώμῃ εἶναι ἢ μένειν αὐτοῦ ἐν Βυζαντίῳ, ἢ ἐς σφῶν τὴν πατρίδα ἐπανιέναι. ἦσαν δὲ πολλοὶ καὶ οἱ μένοντες καὶ οἱ ἐπανιόντες ἐς τὰ πάτρια ἤθη.
22.17 οὕτω τοίνυν τήν τε ἀπέραντον καλουμένην εἰρήνην ἐσπείσαντο, ἕκτον ἤδη ἔτος τὴν βασιλείαν Ἰουστινιανοῦ ἔχοντος.
22.18 καὶ Ῥωμαῖοι μὲν τό τε Φαράγγιον καὶ Βῶλον τὸ φρούριον ξὺν τοῖς χρήμασι Πέρσαις ἔδοσαν, Πέρσαι δὲ Ῥωμαίοις τὰ Λαζικῆς φρούρια. καὶ Δάγαριν δὲ Ῥωμαίοις ἀπέδοσαν Πέρσαι, ἀντ’ αὐτοῦ ἕτερον κεκομισμένοι οὐκ ἀφανῆ ἄνδρα.
22.19 οὗτος ὁ Δάγαρις χρόνῳ τῷ ὑστέρῳ πολλάκις Οὔννους ἐς γῆν τὴν Ῥωμαίων ἐσβεβληκότας μάχαις νικήσας ἐξήλασεν. ἦν γὰρ διαφερόντως ἀγαθὸς τὰ πολέμια. τὰς μὲν οὖν πρὸς ἀλλήλους σπονδὰς τρόπῳ τῷ εἰρημένῳ ἀμφότεροι ἐκρατύναντο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi