Kitap 1
21.27
ταύτῃ τε τὰ πράγματα ᾐωρῆσθαι σφίσι. καὶ ἀπ’ αὐτοῦ τοὺς Ῥωμαίων λόγους οἱ στρατηγοὶ ἄσμενοι ἤκουσαν, ἅτε καὶ τὴν Οὔννων ἔφοδον δείσαντες. Ῥωμαῖοι μὲν οὖν ἐν ὁμήρων λόγῳ εὐθὺς ἔδοσαν Μαρτῖνόν τε καὶ τῶν Σίττα δορυφόρων ἕνα, Σενέκιον ὄνομα· Πέρσαι δὲ διαλύσαντες τὴν προσεδρείαν εὐθύωρον τὴν ἀναχώρησιν ἐποιήσαντο.
21.28
οἵ τε Οὖννοι οὐ πολλῷ ὕστερον ἐσβαλόντες εἰς γῆν τὴν Ῥωμαίων, ἐπεὶ τὸν Περσῶν στρατὸν ἐνταῦθα οὐχ εὗρον, δι’ ὀλίγου τὴν ἐπιδρομὴν ποιησάμενοι ἐπ’ οἴκου ἀπεκομίσθησαν ἅπαντες.
22.1
Αὐτίκα δὲ καὶ Ῥουφῖνός τε καὶ Ἀλέξανδρος καὶ Θωμᾶς ὡς ξὺν Ἑρμογένει πρεσβεύσοντες ἦλθον, παρά τε Περσῶν τὸν βασιλέα πάντες ἀφίκοντο ἐς ποταμὸν Τίγρην.
22.2
καὶ αὐτοὺς μὲν Χοσρόης ἐπειδὴ εἶδε, τοὺς ὁμήρους ἀφῆκε. τιθασσεύοντες δὲ Χοσρόην οἱ πρέσβεις ἐπαγωγά τε πολλὰ ἔλεξαν καὶ Ῥωμαίων ὡς ἥκιστα πρέσβεσι πρέποντα.
22.3
οἷς δὴ χειροήθης ὁ Χοσρόης γενόμενος τὴν μὲν εἰρήνην πέρας οὐκ ἔχουσαν δέκα καὶ ἑκατὸν κεντηναρίων ὡμολόγει πρὸς αὐτοὺς θήσεσθαι, ἐφ’ ᾧ δὴ ὁ τῶν ἐν Μεσοποταμίᾳ στρατιωτῶν ἄρχων μηκέτι ἐν Δάρας τὸ λοιπὸν εἴη, ἀλλ’ ἐν Κωνσταντίνῃ τὸν ἅπαντα χρόνον διαγένοιτο ᾗπερ καὶ τὸ παλαιὸν εἴθιστο· φρούρια δὲ τὰ ἐν Λαζικῇ οὐκ ἔφη ἀποδώσειν, καίπερ αὐτὸς τό τε Φαράγγιον καὶ Βῶλον τὸ φρούριον δικαιῶν πρὸς Ῥωμαίων ἀπολαβεῖν.
22.4
ἕλκει δὲ λίτρας τὸ κεντηνάριον ἑκατόν, ἀφ’ οὗ δὴ καὶ ὠνόμασται. κέντον γὰρ τὰ ἑκατὸν καλοῦσι Ῥωμαῖοι.
22.5
τοῦτο δέ οἱ δίδοσθαι τὸ χρυσίον ἠξίου, ὡς μήτε πόλιν Δάρας Ῥωμαῖοι καθελεῖν ἀναγκάζωνται μήτε φυλακτηρίου τοῦ ἐν πύλαις Κασπίαις μεταλαχεῖν Πέρσαις.