Kitap 1
21.20
καὶ ἐπεὶ τὰ νόμιμα πάντα ἐπὶ τῇ τοῦ βασιλέως ταφῇ ἐγεγόνει, ὁ μὲν Καόσης τῷ νόμῳ θαρσῶν ἐπεβάτευε τῆς τιμῆς, ὁ δὲ Μεβόδης ἐκώλυε, φάσκων οὐδένα χρῆναι αὐτόματον ἐς τὴν βασιλείαν ἰέναι, ἀλλὰ ψήφῳ Περσῶν τῶν λογίμων.
21.21
καὶ ὃς ἐπέτρεπε ταῖς ἀρχαῖς τὴν περὶ τοῦ πράγματος γνῶσιν, οὐδὲν ἐνθένδε ἔσεσθαί οἱ ἐναντίωμα ὑποτοπάζων.
21.22
ἐπεὶ δὲ ἅπαντες οἱ Περσῶν λόγιμοι ἐς τοῦτο ἀγηγερμένοι ἐκάθηντο, τὸ μὲν γράμμα ὁ Μεβόδης ἀναλεξάμενος τὴν Καβάδου ἀμφὶ τῷ Χοσρόῃ ἐδήλου γνώμην, ἀναμνησθέντες δὲ τῆς Καβάδου ἀρετῆς ἅπαντες βασιλέα Πέρσαις αὐτίκα Χοσρόην ἀνεῖπον.
21.23
Οὕτω μὲν ὁ Χοσρόης τὴν ἀρχὴν ἔσχεν. ἐν δὲ Μαρτυροπόλει Σίττας τε καὶ Ἑρμόγενης ἀμφὶ τῇ πόλει δειμαίνοντες, ἀμύνειν γὰρ κινδυνευούσῃ οὐδαμῆ εἶχον, ἔπεμψάν τινας ἐς τοὺς πολεμίους, οἳ τοῖς στρατηγοῖς ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδε
21.24
“Λελήθατε ὑμᾶς αὐτοὺς βασιλεῖ τε τῷ Περσῶν καὶ τοῖς τῆς εἰρήνης ἀγαθοῖς καὶ πολιτείᾳ ἑκατέρᾳ ἐμποδὼν οὐ δέον γινόμενοι. πρέσβεις γὰρ ἐκ βασιλέως ἐσταλμένοι τανῦν πάρεισιν, ἐφ’ ᾧ παρὰ τὸν Περσῶν βασιλέα ἰόντες τά τε διάφορα διαλύσουσι καὶ τὰς σπονδὰς πρὸς αὐτὸν θήσονται· ἀλλ’ ὡς τάχιστα ἐξανιστάμενοι τῆς Ῥωμαίων γῆς ξυγχωρεῖτε τοῖς πρέσβεσι πράσσειν ᾗ ἑκατέροις ξυνοίσειν μέλλει.
21.25
ἕτοιμοι γάρ ἐσμεν ὑπὲρ τούτων αὐτῶν καὶ ὁμήρους διδόναι ἄνδρας δοκίμους, ὡς δὴ ἔργῳ οὐκ εἰς μακρὰν ἐπιτελῆ ἔσται.” Ῥωμαίων μὲν οἱ πρέσβεις τοσαῦτα εἶπον.
21.26
ἐτύγχανε δὲ καὶ ἄγγελος ἐκ τῶν βασιλείων ἐς αὐτοὺς ἥκων, ὃς δὴ αὐτοῖς τετελευτηκέναι μὲν Καβάδην ἐσήγγελλε, Χοσρόην δὲ τὸν Καβάδου βασιλέα καταστῆναι Πέρσαις,