Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 1

3.18 ταῦτα ἐπεὶ Περόζης ἤκουσε, μάγων τοῖς παροῦσι κοινολογησάμενος ἀνεπυνθάνετο εἰ τὰ ἐπαγγελλόμενα πρὸς τῶν ἐναντίων ποιητέα εἴη.
3.19 οἱ δὲ μάγοι ἀπεκρίναντο τὰ μὲν ἀμφὶ τῷ ὅρκῳ ὅπη οἱ βουλομένῳ ἐστὶν αὐτὸν διοικήσασθαι, ἐς μέντοι τὸ ἕτερον σοφίᾳ περιελθεῖν τὸν πολέμιον.
3.20 εἶναι γὰρ αὐτοῖς νόμον τὰς τοῦ ἡλίου ἀνατολὰς προσκυνεῖν ἡμέρᾳ ἑκάστῃ.
3.21 δεήσειν οὖν αὐτὸν τηρησαντα ἐς τὸ ἀκριβὲς τὸν καιρὸν ξυγγενέσθαι μὲν ἅμα ἡμέρᾳ τῷ τῶν Ἐφθαλιτῶν ἄρχοντι, τετραμμένον δέ που πρὸς ἀνίσχοντα ἥλιον προσκυνεῖν· ταύτῃ γὰρ ἂν ἐς τὸ ἔπειτα τῆς πράξεως τὴν ἀτιμίαν φυγεῖν δύναιτο.
3.22 Περόζης μὲν οὖν ἀμφί τε τῇ εἰρήνῃ τὰ πιστὰ ἔδωκε καὶ τὸν πολέμιον προσεκύνησε καθάπερ τῶν μάγων ἡ ὑποθήκη παρήγγελλεν, ἀκραιφνεῖ δὲ παντὶ τῷ Μήδων στρατῷ ἐπ’ οἴκου ἄσμενος ἀνεχώρησε.
4.1 Χρόνῳ δὲ οὐ πολλῷ ὕστερον ἀλογήσας τὰ ὀμωμοσμένα τίσασθαι Οὔννους τῆς ἐς αὐτὸν ὕβρεως ἤθελε.
4.2 πάντας οὖν αὐτίκα ἐκ πάσης γῆς Πέρσας τε καὶ ξυμμάχους ἀγείρας ἐπὶ τοὺς Ἐφθαλίτας ἦγε, τῶν παίδων ἕνα μὲν Καβάδην ὄνομα μόνον ἀπολιπὼν ʽτηνικαῦτα γὰρ ἡβηκὼς ἔτυχἐ, τοὺς δὲ λοιποὺς ἅπαντας ἐπαγόμενος τριάκοντα μάλιστα.
4.3 Ἐφθαλῖται δὲ αὐτοῦ τὴν ἔφοδον γνόντες ἀχθόμενοί τε οἶς δὴ πρὸς τῶν πολεμίων ἠπάτηντο τὸν βασιλέα ἐκάκιζον, ἅτε προέμενον Μήδοις τὰ πράγματα.
4.4 καὶ ὃς αὐτῶν ξὺν γέλωτι ἐπυνθάνετο τί ποτε ἄρα σφῶν προέμενος εἴη, πότερον τὴν γῆν ἢ τὰ ὅπλα ἢ ἄλλο τι τῶν πάντων χρημάτων.
4.5 οἱ δὲ ὑπολαβόντες οὐκ ἄλλο οὐδὲν πλήν γε δὴ ὅτι τὸν καιρὸν ἔφασαν, οὗ τἄλλα πάντα ἠρτῆσθαι ξυμβαίνει.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi