Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 1

19.17 Ὁμηριτῶν δὲ καταντικρὺ μάλιστα ἐν τῇ ἀντιπέρας ἠπείρῳ Αἰθίοπες οἰκοῦσιν, οἳ Αὐξωμῖται ἐπικαλοῦνται, ὅτι δὴ αὐτοῖς τὰ βασίλειά ἐστιν ἐν πόλει Αὐξώμιδι.
19.18 καὶ θάλασσα ἣ ἐν μέσῳ ἐστὶν ἀνέμου μετρίως ἐπιφόρου ἐπιπεσόντος ἐς πέντε ἡμερῶν τε καὶ νυκτῶν διάπλουν διήκει.
19.19 ταύτῃ γὰρ καὶ νύκτωρ ναυτίλλεσθαι νενομίκασιν, ἐπεὶ βράχος ἐνταῦθα οὐδαμῆ ἐστιν· αὕτη πρὸς ἐνίων ἡ θάλασσα Ἐρυθρὰ κέκληται. τὰ γὰρ ταύτης ἐκτὸς ἐκπλέοντι ἄχρι ἐς τὴν ἠϊόνα καὶ Αἰλὰν πόλιν Ἀραβικὸς ὠνόμασται κόλπος.
19.20 χώρα γὰρ ἡ ἐνθένδε ἄχρι τῶν Γάζης πόλεως ὁρίων Ἀραβία τὸ παλαιὸν ὠνομάζετο, ἐπεὶ καὶ τὰ βασίλεια ἐν τοῖς ἄνω χρόνοις ἐν Πέτραις τῇ πόλει ὁ τῶν Ἀράβων βασιλεὺς εἶχεν.
19.21 ὁ μὲν οὖν τῶν Ὁμηριτῶν ὅρμος ἐξ οὗ ἀπαίροντες εἰώθασιν ἐς Αἰθίοπας πλεῖν Βουλικὰς ὀνομάζεται.
19.22 διαπλεύσαντες δὲ ἀεὶ τὸ πέλαγος τοῦτο καταίρουσιν ἐς τῶν Ἀδουλιτῶν τὸν λιμένα. Ἄδουλις δὲ ἡ πόλις τοῦ μὲν λιμένος μέτρῳ εἴκοσι σταδίων διέχει ʽτοσούτῳ γὰρ διείργεται τὸ μὴ ἐπιθαλάσσιος εἶναἰ, πόλεως δὲ Αὐξώμιδος ὁδῷ ἡμερῶν δώδεκα.
19.23 Πλοῖα μέντοι ὅσα ἔν τε Ἰνδοῖς καὶ ἐν ταύτῃ τῇ θαλάσσῃ ἐστὶν οὐ τρόπῳ τῷ αὐτῷ ᾧπερ αἱ ἄλλαι νῆες πεποίηνται. οὐδὲ γὰρ πίσσῃ οὐδὲ ἄλλῳ ὁτῳοῦν χρίονται, οὐ μὴν οὐδὲ σιδήρῳ διαμπερὲς ἰόντι ἐς ἀλλήλας αἱ σανίδες ξυμπεπήγασιν, ἀλλὰ βρόχοις τισὶ ξυνδέδενται.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi