Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 1

3.13 ὁ δὲ Περόζῃ ἐς ὄψιν ἐλθὼν τύχην μὲν τὴν παροῦσαν ὡς ἥκιστα ἀπεκάλυψεν, ἀρξάμενος δὲ μυθοποιΐας λέοντά ποτε τράγῳ ἔφασκεν ἐντυχεῖν δεδεμένῳ τε καὶ μηκωμένῳ ἐπὶ χώρου τινὸς οὐ λίαν ὑψηλοῦ, ἐπὶ θοίνῃ δὲ αὐτοῦ τὸν λέοντα ἐφιέμενον ὁρμῆσαι μὲν ὡς ἁρπάσοντα, ἐμπεσεῖν δὲ ἐς κατώρυχα βαθεῖαν μάλιστα, ὁδὸν κυκλοτερῆ ἔχουσαν στενήν τε καὶ οὐ πεπερασμένην ʽδιέξοδον γὰρ οὐδαμῆ εἶχεν̓, ἣν δὴ οἱ τοῦ τράγου κύριοι ἐξεπίτηδες τεχνησάμενοι ὕπερθεν τῆς κατώρυχος τὸν τράγον τεθείκασι τῷ λέοντι ποδοστράβην ἐσόμενον.
3.14 ταῦτα Περόζης ἀκούσας ἐς δέος ἦλθε μή ποτε Μῆδοι ἐπὶ πονηρῷ τῷ σφετέρῳ τὴν δίωξιν ἐπὶ τοὺς πολεμίους πεποίηνται. καὶ πρόσω μὲν οὐκέτι ἐχώρει, μένων δὲ αὐτοῦ τὰ παρόντα ἐν βουλῇ ἐποιεῖτο.
3.15 Οὖννοι δὲ ἤδη ἑπόμενοι ἐκ τοῦ ἐμφανοῦς τοῦ χώρου τὴν εἴσοδον ἐν φυλακῇ εἶχον, ὅπως μηκέτι οἱ πολέμιοι ὀπίσω ἀπελαύνειν οἷοί τε ὦσι.
3.16 καὶ οἱ Πέρσαι τότε δὴ λαμπρῶς ᾐσθημένοι οὗ ἦσαν κακοῦ ἐν συμφορᾷ ἐποιοῦντο τὰ παρόντα σφίσι, διαφεύξεσθαι τὸν κίνδυνον ἐν ἐλπίδι οὐδεμιᾷ τὸ λοιπὸν ἔχοντες.
3.17 ὁ δὲ τῶν Ἐφθαλιτῶν βασιλεὺς πέμψας παρὰ Περόζην τῶν οἱ ἑπομένων τινάς, πολλὰ μὲν αὐτῷ θράσους πέρι ἀλογίστου ὠνείδισεν, ἀφ’ οὗ δὴ αὑτόν τε καὶ τὸ Περσῶν γένος κόσμῳ οὐδενὶ διαφθείρειεν, ἐνδώσειν δὲ καὶ ὣς τὴν σωτηρίαν Οὔννους αὐτοῖς ἐπηγγέλλετο, ἤν γε αὐτόν τε Περόζης προσκυνεῖν βούλοιτο, ἅτε δεσπότην γεγενημένον, καὶ ὅρκους τοὺς σφίσι πατρίους ὀμνὺς τὰ πιστὰ δοίη μήποτε Πέρσας ἐπὶ τὸ Ἐφθαλιτῶν ἔθνος στρατεύσασθαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi