Kitap 1
18.26
καὶ τὴν φάλαγγα μετωπηδὸν ποιησάμενος διέταξεν ὧδε. ἐς κέρας μὲν τὸ ἀριστερὸν πρὸς τῷ ποταμῷ τοὺς πεζοὺς ἅπαντας ἔστησεν, ἐς δὲ τὸ δεξιόν, ᾗ δὴ ὁ χῶρος ἀνάντης ἦν, Ἀρέθαν τε καὶ τοὺς ξὺν αὐτῷ Σαρακηνοὺς ἅπαντας, αὐτὸς δὲ ξὺν τοῖς ἱππεῦσι κατὰ μέσον εἱστήκει. οὕτω μὲν Ῥωμαῖοι ἐτάξαντο.
18.27
Ἀζαρέθης δὲ ἐπεὶ ξυνιόντας ἐς παράταξιν τοὺς πολεμίους εἶδε, τοιάδε παρεκελεύσατο “Πέρσας μὲν ὄντας ὑμᾶς μὴ οὐχὶ τοῦ βίου τὴν ἀρετὴν ἀνταλλάξασθαι, ἤν τις αἵρεσιν ἀμφοῖν διδοίη, οὐδεὶς ἂν ἀντείποι.
18.28
ἐγὼ δέ φημι οὐδ’ ἂν βουλομένοις ἐφ’ ὑμῖν εἶναι τούτοιν ποιεῖσθαι τὴν αἵρεσιν. οἷς μὲν γὰρ ἐξὸν διαφυγοῦσι τὸν κίνδυνον ξὺν τῇ ἀτιμίᾳ βιοῦν, οὐδέν, ἤν γε βούλοιντο, ἀπεικὸς ἀντὶ τῶν βελτίστων ἑλέσθαι τὰ ἥδιστα, οἷς δὲ τὸ θνήσκειν ἐπάναγκες, ἢ ξὺν τῇ εὐκλείᾳ πρὸς τῶν πολεμίων, ἢ πρὸς τοῦ κρατοῦντος ἐς τὴν κόλασιν αἰσχρῶς ἀγομένοις, πολλὴ ἄνοια μὴ πρὸ τῶν αἰσχίστων ἑλέσθαι τὰ κρείσσω.
18.29
ὅτε τοίνυν ταῦτα οὕτως ἔχει, προσήκειν ὑμᾶς ἅπαντας οἶμαι μὴ τοὺς πολεμίους μόνον, ἀλλὰ καὶ δεσπότην τὸν ὑμέτερον ἐν νῷ ἔχοντας, οὕτως ἐς μάχην τήνδε καθίστασθαι.”
18.30
Τοσαῦτα καὶ Ἀζαρέθης παρακελευσάμενος ἀντίξουν τοῖς ἐναντίοις τὴν φάλαγγα ἔστησε, Πέρσας μὲν τὰ ἐν δεξιᾷ ἔχοντας, Σαρακηνοὺς δὲ τὰ εὐώνυμα. καὶ αὐτίκα μὲν ἐς χεῖρας ἀμφότεροι ἦλθον.
18.31
ἦν δὲ ἡ μάχη καρτερὰ μάλιστα. τά τε γὰρ τοξεύματα ἑκατέρωθεν συχνὰ ἐπὶ πλεῖστον βαλλόμενα φόνον ἀμφοτέρων πολὺν ἐποίει, καί τινες ἐν μεταιχμίῳ γινόμενοι ἔργα ἐς ἀλλήλους ἐπεδείκνυντο ἀρετῆς ἄξια, μᾶλλον δὲ Πέρσαι ἐκ τῶν τοξευμάτων πολλοὶ ἔθνησκον.