Kitap 1
18.20
τί γὰρ ἄν τις τόν γε φεύγοντα τρέποι; σφαλέντες δὲ ἴσως τῆς τε ὑπαρχούσης στερησόμεθα νίκης, οὐ πρὸς τῶν πολεμίων ἀφαιρεθέντες, ἀλλ’ αὐτοὶ ταύτην προέμενοι, καὶ τῇ βασιλέως γῇ τὸ τοῖς πολεμίοις ἐκκεῖσθαι τῶν ἀμυνομένων χωρὶς τὸ λοιπὸν δώσομεν.
18.21
καίτοι καὶ τοῦτο ἐνθυμεῖσθαι ὑμᾶς ἄξιον, ὡς τῶν ἀναγκαίων, οὐ τῶν αὐθαιρέτων κινδύνων ξυναίρεσθαι ὁ θεὸς ἀεὶ τοῖς ἀνθρώποις φιλεῖ.
18.22
χωρὶς δὲ τούτων τοῖς μὲν οὐκ ἔχουσιν ἂν ὅπη τραπεῖεν ἀνδραγαθίζεσθαι οὐχ ἑκουσίοις ξυμβήσεται, ἡμῖν δὲ πολλὰ τὰ ἐναντιώματα ἐς τὴν ξυμβολὴν τετύχηκεν εἶναι·
18.23
πεζῇ τε γὰρ βαδίζοντες πολλοὶ ἥκουσι καὶ νήστεις ἅπαντες τυγχάνομεν ὄντες. ἀφίημι γὰρ λέγειν ὥς τινες οὔπω καὶ νῦν πάρεισι.” Βελισάριος μὲν τοσαῦτα εἶπεν.
18.24
Ὁ δὲ στρατὸς ἐς αὐτὸν ὕβριζον οὐ σιγῇ τινι οὐδὲ ἐν παραβύστῳ, ἀλλ’ αὐτῷ ἐς ὄψιν ξὺν κραυγῇ ἥκοντες μαλθακόν τε καὶ τῆς προθυμίας διαλυτὴν ἐκάλουν, ὃ δὴ καὶ τῶν ἀρχόντων τινὲς ξὺν τοῖς στρατιώταις ἡμάρτανον, ταύτῃ τὸ εὔτολμον ἐνδεικνύμενοι.
18.25
καὶ αὐτῶν τῷ ἀναισχύντῳ καταπλαγεὶς Βελισάριος ἀντιστρέψας τὴν παραίνεσιν ἐγκελευομένῳ τε ἤδη ἐπὶ τοὺς πολεμίους ἐῴκει καὶ διατάσσοντι ἐς παράταξιν, ἔφασκέ τε ὡς οὐκ εἰδείη μὲν αὐτῶν τὴν ἐς τὸ μάχεσθαι προθυμίαν τὰ πρότερα, νῦν δὲ θαρσεῖν τε καὶ ξὺν ἐλπίδι τῇ ἀμείνονι ἐπὶ τοὺς πολεμίους ἰέναι.