Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 1

18.6 ἄρχοντες δὲ ἱππέων μὲν ἅπαντες ἦσαν οἳ τὰ πρότερα τὴν ἐν Δάρας μάχην πρός τε Πέρσας καὶ Μιρράνην διήνεγκαν, πεζῶν δὲ τῶν τις δορυφόρων Ἰουστινιανοῦ βασιλέως, Πέτρος ὄνομα.
18.7 τοῖς μέντοι Ἰσαύροις Λογγῖνός τε καὶ Στεφανάκιος ἐφειστήκεσαν. ἐνταῦθα δὲ καὶ Ἀρέθας αὐτοῖς ξὺν τῷ Σαρακηνῶν στρατεύματι ἦλθεν.
18.8 ἐπεί τε ἐς Χαλκίδα πόλιν ἀφίκοντο, ἐνστρατοπεδευσάμενοι αὐτοῦ ἔμενον, ἐπεὶ τοὺς πολεμίους ἐν χωρίῳ Γαββουλῶν εἶναι ἐπύθοντο, δέκα καὶ ἑκατὸν σταδίοις Χαλκίδος διέχοντι.
18.9 ὃ δὴ γνόντες Ἀλαμούνδαρός τε καὶ Ἀζαρέθης τόν τε κίνδυνον κατορρωδήσαντες, ἐπίπροσθεν οὐκέτι ἐχώρουν, ἀλλ’ ἐπ’ οἴκου αὐτίκα δὴ ἀποχωρεῖν ἔγνωσαν. αὐτοί τε γοῦν Εὐφράτην ποταμὸν ἐν ἀριστερᾷ ἔχοντες ὀπίσω ἀπήλαυνον καὶ ὁ Ῥωμαίων στρατὸς ὄπισθεν εἵπετο.
18.10 ἔν τε τῷ χώρῳ οὗ δὴ οἱ βάρβαροι ἐς νύκτα ἑκάστην ηὐλίζοντο, ἀεὶ Ῥωμαῖοι τῇ ἐπιγινομένῃ νυκτὶ ἔμενον.
18.11 Βελισάριος γὰρ ἐξεπίτηδες ὁδόν τινα πλείω πορεύεσθαι τὸ στράτευμα οὐδαμῆ εἴα, ἐπεί οἱ οὐκ ἦν βουλομένῳ τοῖς πολεμίοις ἐς χεῖρας ἰέναι, ἀλλ’ ἀποχρῆν ᾤετο σφίσι Πέρσας τε καὶ Ἀλαμούνδαρον ἐς γῆν τὴν Ῥωμαίων ἐσβεβληκότας, εἶτα ἐνθένδε οὕτω δὴ ἀποκεχωρηκότας,
18.12 ἀπράκτους εἰς τὰ οἰκεῖα κομίζεσθαι. διὸ δὴ ἅπαντες αὐτῷ λάθρα ἐλοιδοροῦντο, ἄρχοντές τε καὶ στρατιῶται, ἐκάκιζε μέντοι αὐτὸν ἐς ὄψιν οὐδείς.
18.13 Τελευτῶντες δὲ Πέρσαι μὲν ἐν τῇ τοῦ Εὐφράτου ἠϊόνι ηὐλίσαντο ἣ δὴ πόλεως Καλλινίκου ἀντιπέρας ἐστίν. ἐνθένδε γὰρ διὰ χώρας πρὸς οὐδενὸς ἀνθρώπων οἰκουμένης πορεύεσθαι ἔμελλον, οὕτω τε τῆς Ῥωμαίων γῆς ἀπαλλάσσεσθαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi