Kitap 1
17.48
Ἀλαμούνδαρος μέντοι οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, τὰ Ῥωμαίων πράγματα ἔφθειρεν, Ἀρέθα ἐν πάσῃ ἐφόδῳ τε καὶ ἀγωνίᾳ ἢ ἀτυχοῦντος ὡς μάλιστα ἢ καταπροδιδόντος ὡς τάχιστα. οὐ γάρ πω σαφές τι ἀμφ’ αὐτῷ ἴσμεν. ταύτῃ τε ξυνέβη Ἀλαμουνδάρῳ, οὐδενός οἱ ἀντιστατοῦντος, ἐπὶ μήκιστον τὴν ἑῴαν ληίζεσθαι πᾶσαν, ἐπεὶ καὶ μακροβιώτατος ἀτεχνῶς γέγονε.
18.1
Τούτου οὖν τότε τοῦ ἀνδρὸς τῇ ὑποθήκῃ ἡσθεὶς Καβάδης ἄνδρας πεντακισχιλίους τε καὶ μυρίους ἀπολεξάμενος Ἀζαρέθην αὐτοῖς ἄνδρα Πέρσην ἐπέστησε διαφερόντως ἀγαθὸν τὰ πολέμια, καὶ σφίσιν Ἀλαμούνδαρον τῆς πορείας ἐξηγεῖσθαι ἐκέλευεν.
18.2
οἱ δὲ τὸν Εὐφράτην ποταμὸν διαβάντες ἐν Ἀσσυρίοις, γῆν τε πορευθέντες τινὰ ἔρημον ἀνθρώπων, ἄφνω ἐς τῶν Κομμαγηνῶν καλουμένων τὴν χώραν παρὰ δόξαν ἐσέβαλλον.
18.3
αὕτη τε πρώτη ἐνθένδε Περσῶν ἐσβολὴ ἐς γῆν τὴν Ῥωμαίων ἐγένετο, ὅσα γε ἡμᾶς ἀκοῇ ἢ τρόπῳ τῳ ἄλλῳ ἐπίστασθαι, καὶ πάντας Ῥωμαίους τῷ ἀπροσδοκήτῳ κατέπληξεν.
18.4
ἃ δὴ ἐπεὶ Βελισάριος ἔμαθε, τὰ μὲν πρῶτα διηπορεῖτο, μετὰ δὲ βοηθεῖν κατὰ τάχος ἔγνω. φυλακήν τε αὐτάρκη ἐν πόλει ἑκάστῃ καταστησάμενος, ὅπως μὴ Καβάδης τε καὶ στράτευμα τῶν πολεμίων ἄλλο ἐνταῦθα ἰόντες ἀφύλακτα τὸ παράπαν εὑρήσουσι τὰ ἐπὶ Μεσοποταμίας χωρία, αὐτὸς τῷ ἄλλῳ στρατῷ ὑπηντίαζεν, Εὐφράτην τε ποταμὸν διαβάντες σπουδῇ πολλῇ πρόσω ἐχώρουν.
18.5
ὁ μὲν οὖν Ῥωμαίων στρατὸς ἐς δισμυρίους μάλιστα πεζούς τε καὶ ἱππέας ξυνῄει, καὶ αὐτῶν Ἴσαυροι οὐχ ἧσσον ἢ δισχίλιοι ἦσαν.