Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 1

17.17 ὅνπερ καὶ ἐγὼ πολλάκις ἰδὼν ἠγάσθην τε ὑπερφυῶς καί μοι ἐδόκουν ἐν Ταύροις εἶναι. τό τε γὰρ ὄρος τοῦτο ἐκείνῳ ἀτεχνῶς ἔοικεν, ἐπεὶ κἀνταῦθα ὁ Ταῦρός ἐστι, καὶ ὁ ποταμὸς Σάρος τῷ ταύτῃ Εὐφράτῃ εἰκάζεται.
17.18 πόλιν τε οὖν ἀξιοθέατον ᾠκοδομήσατο ἐνταῦθα Ὀρέστης καὶ νεὼς δύο, τὸν ἕτερον μὲν τῇ Ἀρτέμιδι, τὸν δὲ ἄλλον τῇ ἀδελφῇ Ἰφιγενείᾳ, οὓς δὴ Χριστιανοὶ ἱερὰ σφίσι πεποίηνται, τῆς οἰκοδομίας οὐδὲν τὸ παράπαν μεταβαλόντες.
17.19 αὕτη καλεῖται καὶ νῦν ἡ χρυσῆ Κόμανα, τῆς Ὀρέστου κόμης ἐπώνυμος οὖσα, ἣν δὴ ἐκεῖνον ἐνταῦθά φασιν ἀποκειράμενον διαφυγεῖν τὸ ἀρρώστημα.
17.20 τινὲς δὲ λέγουσιν αὐτὸν οὐκ ἄλλην τινὰ νόσον ἢ τὴν μανίαν ταύτην ἀποφυγεῖν, ἥπερ αὐτὸν ἔσχεν ἐπειδὴ τὴν μητέρα τὴν ἑαυτοῦ ἔκτεινεν. ἐγὼ δὲ ἐπὶ τὸν πρότερον λόγον ἐπάνειμι.
17.21 Ἔκ τε γὰρ τῶν ἐν Ταύροις Ἀρμενίων καὶ χώρας τῆς Κελεσηνῆς ποταμὸς Εὐφράτης ἐν δεξιᾷ ῥέων γῆν τε πολλὴν περιβάλλεται, καὶ ποταμῶν οἱ ἄλλων τε ἀναμιγνυμένων καὶ αὐτοῦ Ἀρσίνου ὃς δὴ ἐκ τῶν Περσαρμενίων καλουμένων πολὺς φέρεται, μέγας τε, ὡς τὸ εἰκός, γεγενημένος ἐς τοὺς πάλαι μὲν Λευκοσύρους, νῦν δὲ Ἀρμενίους μικροὺς καλουμένους χωρεῖ, ὧν δὴ πόλις πρώτη Μελιτηνὴ λόγου πολλοῦ ἀξία ἐστί.
17.22 τὸ δὲ ἐντεῦθεν τά τε Σαμόσατα παραρρεῖ καὶ τὴν Ἱεράπολιν καὶ πάντα τὰ ἐκείνῃ χωρία μέχρι ἐς τῶν Ἀσσυρίων τὴν γῆν, οὗ δὴ ἀλλήλοιν ἄμφω τὼ ποταμὼ ἀναμιγνυμένω ἐς ὄνομα τὸ τοῦ Τίγρητος ἀποκέκρινται.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi